1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

164

αὕτη; Ἀρίστη μὲν οὖν· λέγει γὰρ, Θεωροῦντες αὐτῶν τὴν ἀναστροφὴν, τουτέστι, τὸν βίον, μιμεῖσθε τὴν πίστιν· ἀπὸ γὰρ βίου καθαροῦ ἡ πίστις. Ἢ τὴν πίστιν τὸ βέβαιον λέγει. Πῶς; ∆είκνυσι γὰρ ὅτι πιστεύσαντες βεβαίως τοῖς μέλλουσι, τὴν ἀρίστην πολιτείαν κατώρθωσαν. Οὐ γὰρ ἂν ἐπεδείξαντο βίον καθαρὸν, εἴ γε ἠμφισβήτουν περὶ τῶν μελλόντων, εἴ γε ἀμφέβαλλον. Ὥστε καὶ ἐνταῦθα τὸ αὐτὸ θεραπεύει. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. ∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. βʹ. Ἐνταῦθα τὸ, Χθὲς, τὸν παρελθόντα πάντα λέγει χρόνον· τὸ, Σήμερον, τὸν ἐνεστῶτα· ὁ αἰὼν, τὸ ἄπειρον καὶ λῆξιν οὐκ ἔχον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀρχιερέα ἠκούσατε, ἀλλ' οὐκ ἀρχιερέα λήγοντα· ἀεὶ γὰρ ὁ αὐτός ἐστι. Τάχα δὲ ὡς ὄντων τινῶν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν ὁ σταυρωθεὶς οὗτος ὁ προσδοκώμενος Χριστὸς, ἀλλ' ἕτερος ἥξει, τὸ, Χθὲς καὶ σήμερον, λέγει, καὶ, Ὁ αὐτὸς εἰς τοὺς αἰῶνας· δηλῶν διὰ τούτου, ὅτι ὁ ἐλθὼν πάλιν ἥξει, καὶ αὐτὸς οὗτος καὶ προῆν, καὶ ἔστι, καὶ ἔσται εἰς τοὺς αἰῶνας. Ἐπεὶ καὶ νῦν Ἰουδαῖοι λέγουσιν, ὅτι ἕτερος ἥξει· οἳ καὶ τοῦ ὄντος ἀποστερήσαντες ἑαυτοὺς, τῷ Ἀντιχρίστῳ περιπεσοῦνται. ∆ιδαχαῖς ποικίλαις, φησὶ, καὶ ξέναις μὴ παραφέρεσθε. Οὐ μόνον ξέναις, ἀλλ' οὐδὲ ποικίλαις διδαχαῖς βούλεται αὐτοὺς παραφέρεσθαι· οἶδε γὰρ ἐξ ἀμφοτέρων τοῖς παραφερομένοις ὄλεθρον τίκτεσθαι. Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἐνταῦθα ἠρέμα αἰνίττεται τοὺς τὴν παρατήρησιν τῶν βρωμάτων εἰσάγοντας· τῇ γὰρ πίστει πάντα καθαρά· πίστεως οὖν δεῖ, οὐ βρωμάτων. Ἔχομεν γὰρ θυσιαστήριον, ἐξ οὗ φαγεῖν ἐξουσίαν οὐκ ἔχουσιν οἱ τῇ σκηνῇ 63.227 λατρεύοντες. Οὐχ οἷα τὰ Ἰουδαϊκὰ, φησὶ, τοιαῦτα τὰ παρ' ἡμῖν, ὡς μηδὲ ἀρχιερεῖ θέμις εἶναι μετέχειν αὐτῶν. Ὥστε ἐπειδὴ εἶπε, Μὴ παρατηρεῖτε, ἐδόκει δὲ τοῦτο καταβάλλοντος εἶναι τὰ ἴδια, πάλιν αὐτὸ περιστρέφει. Μὴ γὰρ καὶ ἡμεῖς οὐ παρατηροῦμεν, φησί; Καὶ παρατηροῦμεν, καὶ σφοδρότερον οὐδὲ αὐτοῖς τοῖς ἱερεῦσι μεταδιδόντες αὐτῶν. Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. ∆ιὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, Ἔξω τῆς πύλης, φησὶν, ἔπαθεν. Εἶδες τὸν τύπον λάμποντα; Ἔξω, φησὶν, τῆς παρεμβολῆς, καὶ, Ἔξω τῆς πύλης. Ἐπεὶ οὖν τὰ προσφερόμενα περὶ ἁμαρτίας τύπος τις ἦσαν, καὶ ἔξω τῆς παρεμβολῆς ὡλοκαυτοῦντο, καὶ ὁ ὑπὲρ ἁμαρτιῶν ἡμῶν προσαχθεὶς Ἰησοῦς εἰκότως ἔξω τῆς πύλης πάσχει. Οὐκοῦν καὶ ἡμᾶς τὸν ὑπὲρ ἡμῶν παθόντα μιμεῖσθαι χρὴ, καὶ ἔξω τοῦ κόσμου γίνεσθαι, μᾶλλον δὲ τῶν τοῦ κόσμου πραγμάτων. ∆ιὸ καὶ τοῦτο δηλῶν ἐπήγαγε· Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, φέροντες τὸν ὀνειδισμὸν αὐτοῦ· τουτέστι, τὰ αὐτὰ πάσχοντες, κοινωνοῦντες αὐτῷ ἐν τοῖς παθήμασιν. Ὡς κατάδικος ἐσταυρώθη ἔξω· μὴ τοίνυν μηδὲ ἡμεῖς αἰσχυνώμεθα ἐξιέναι ἔξω τοῦ κόσμου· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἔξω τῆς παρεμβολῆς, καὶ, Ἔξω τῆς πύλης. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν, φησὶ, πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. ∆ι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ· τουτέστι, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. ∆ι' αὐτοῦ, εἶπεν, ὡς δι' ἀρχιερέως, τὸ κατὰ σάρκα. Ὁμολογούντων, φησὶ, τῷ ὀνόματι αὐτοῦ. Ὡσανεὶ ἔλεγεν, Εἰ ὁμολογεῖν αὐτῷ δεῖ, μηδὲν βλάσφημον, μηδὲν ἰταμὸν, μηδὲν θρασὺ, μηδὲν τολμηρὸν, μηδὲν ἀπονενοημένον φθεγγώμεθα, ἀλλὰ μετὰ αἰδοῦς καὶ εὐλαβείας πάντα ποιῶμεν καὶ λέγωμεν. Ταῦτα λέγει οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ οἶδεν αὐτοὺς θλιβομένους· ψυχὴ δὲ ἐν ταῖς θλίψεσιν ἀπογινώσκει καὶ ἀπαναισχυντεῖ. Ἀλλὰ μὴ ἡμεῖς, φησίν. Ἰδοὺ πάλιν τὸ αὐτὸ εἶπεν, ὅπερ ἀνωτέρω ἔλεγε· Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Οὕτω δυνησόμεθα μετὰ αἰδοῦς πάντα ποιεῖν· πολλάκις γὰρ καὶ ἀνθρώπους αἰσχυνόμενοι, πολλὰ οὐ πράττομεν τῶν πονηρῶν. Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε. γʹ.