1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

167

τὸν Θεὸν ὀφειλέτην ἔχομεν. Ὅταν δὲ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ· ἄλλως τε καὶ πολλάκις ἡμῖν ταῦτα εἰς κρῖμα γίνεται, ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. Ἐκεῖνα ἔλεον ἐπισπᾶται, ἐκεῖνα φιλανθρωπίαν· ταῦτα δὲ καὶ εἰς ἀπόνοιαν αἴρει, ταῦτα καὶ εἰς ῥᾳθυμίαν ἐξάγει, καὶ μεγάλα περὶ ἑαυτοῦ παρασκευάζει φαντάζεσθαι, ταῦτα χαυνοῖ. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ὅτε εὐεργετήθη καὶ ἀπηλλάγη τῶν κακῶν ὁ Ἐζεκίας, ἐπήρθη εἰς ὕψος ἡ καρδία αὐτοῦ· ὅτε ἠῤῥώστησε, τότε ἐταπεινώθη, τότε ἐγγὺς ἐγένετο τοῦ Θεοῦ. Ὅτε, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν· καὶ πάλιν· Ὅτε ἐπαχύνθη καὶ ἐλιπάνθη, ἀπελάκτισεν ὁ ἠγαπημένος. Γινώσκεται γὰρ Κύριος κρίματα ποιῶν. Μέγα θλῖψις ἀγαθόν. Στενή ἐστιν ἡ ὁδός· ὥστε ἡ θλῖψις ἡμᾶς ὠθεῖ ἐν τῇ στενῇ· ὁ μὴ θλιβόμενος εἰσελθεῖν οὐ δυνήσεται. Ὁ γὰρ ἐν τῇ στενῇ θλίβων ἑαυτὸν, οὗτός ἐστιν ὁ καὶ ἀνέσεως ἀπολαύων· ὁ δὲ ἐμπλατύνων ἑαυτὸν, οὔτε εἰσέρχεται, καὶ θλίβεται σφηνούμενος, ὡς εἰπεῖν. Ἄκουε πῶς εἰσῆλθεν εἰς τὴν στενὴν ταύτην ὁδὸν Παῦλος. Ὑπωπιάζω, φησὶ, μοῦ τὸ σῶμα, καὶ δουλαγωγῶ. Ὑπωπίαζε τὸ σῶμα, ὥστε δυνηθῆναι εἰσελθεῖν· διὰ τοῦτο ἐν πάσαις ταῖς θλίψεσιν εὐχαριστῶν τῷ Θεῷ διετέλει. Ἐζημιώθης χρήματα· τοῦτό σοι τὸ πολὺ τῆς εὐρύτητος ἐπεκούφισεν. Ἐξέπεσες δόξης; ἑτέρα αὕτη εὐρύτης. Ἐσυκοφαντήθης; ἐπιστεύθη κατὰ σοῦ τὰ λεχθέντα, ἐν οἷς οὐ σύνοιδας σαυτῷ; χαῖρε καὶ ἀγαλλία. Μακάριοι γάρ ἐστε, φησὶν, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τί θαυμάζεις εἰ σὺ ἀσχάλλεις, καὶ θέλεις ἀνεθῆναι ἐκ τῶν πειρασμῶν; Παῦλος ἠθέλησεν ἀνεθῆναι, καὶ πολλάκις τὸν Θεὸν παρεκάλεσε, καὶ οὐκ ἔτυχε· τὸ γὰρ τρὶς πολλάκις ἐστίν. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον, φησὶ, παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· ἀσθένειαν λέγει ἐνταῦθα τὰς θλίψεις. Τί οὖν; Ἐπειδὴ ταῦτα ἤκουσεν, εὐχαρίστως ἤνεγκε, καὶ λέγει· ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις· τουτέστιν, Ἀρέσκομαι, ἀναπαύομαι ἐν ταῖς θλίψεσιν. Ὑπὲρ πάντων οὖν εὐχαριστῶμεν, ὑπέρ τε ἀνέσεως, 63.231 ὑπέρ τε θλίψεως, μὴ γογγύζωμεν, μὴ ἀχάριστοι ὦμεν. Λέγε καὶ σύ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Οὐκ ἐξῆλθες ἔνδοξος· μὴ ζήτει δόξαν. Γυμνὸς οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης καὶ εὐφημίας, εἰς τὸν βίον παρήχθης. Ἐννόησον πόσα πολλάκις ἀπὸ χρημάτων κακὰ γέγονε· μᾶλλον δὲ ἄκουε τί φησιν ὁ Χριστός· Εὐκοπώτερον γὰρ, φησὶ, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς πόσων ἀγαθῶν ἐμπόδιον ὁ πλοῦτος γίνεται, καὶ σὺ πλουτῆσαι ζητεῖς; καὶ οὐ χαίρεις ἐν πενίᾳ ὢν, ὅτι τὸ κώλυμα ἀνατέτραπται; Οὕτω στενή ἐστιν ἡ ὁδὸς ἡ εἰσάγουσα εἰς τὴν βασιλείαν· οὕτω πλατὺς ὁ πλοῦτος, καὶ ὄγκου γέμων καὶ φυσήματος. ∆ιὰ τοῦτό φησι· Πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα σε δέξηται ἡ ὁδὸς ἐκείνη. Τί ποθεῖς 63.232 τὰ χρήματα; διὰ τοῦτό σε ἀφείλετο, ἵνα σε ἀπαλλάξῃ δουλείας· ἐπεὶ καὶ οἱ πατέρες οἱ γνήσιοι, ἐπειδὰν ὁ παῖς τύχῃ προσεφθαρμένος ἑταίρᾳ τινὶ, καὶ πολλὰ παραινέσαντες μὴ πείθωσιν αὐτῆς ἀποστῆναι, τὴν ἑταίραν ἐξορίζουσι. Τοιαύτη ἐστὶ καὶ ἡ εὐπορία τῶν χρημάτων. Κηδόμενος τοίνυν καὶ ἡμῶν ὁ ∆εσπότης, καὶ ἀπαλλάττων ἡμᾶς τῆς ἐντεῦθεν βλάβης, ἀφαιρεῖται ἡμῶν τὰ χρήματα. Μὴ τοίνυν νομίζωμεν πενίαν κακὸν εἶναι· ἁμαρτία κακὸν μόνον. Οὐδὲ γὰρ ὁ πλοῦτος ἀγαθὸν καθ' ἑαυτόν· τῷ Θεῷ εὐαρεστεῖν ἀγαθὸν μόνον. Τὴν πενίαν τοίνυν ζητῶμεν, ταύτην διώκωμεν· οὕτω τοῦ οὐρανοῦ ἐπιληψόμεθα, οὕτω τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.