1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

169

Ἐπεὶ καὶ ἰατρὸν καταφρονούμενον ὑπὸ τοῦ κάμνοντος, οὐκ ἔνι ἀμύνασθαι, ἀλλὰ δακρῦσαι καὶ ἀνοιμῶξαι. Ὥστε ἐὰν στενάξῃ ὁ ἄρχων, ἀμύνεταί σε ὁ Θεός. Εἰ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων στενάζοντες ἐπισπώμεθα τὸν Θεόν· ὑπὲρ τῆς τῶν ἄλλων ἀπονοίας καὶ καταφρονήσεως στενάζοντες, οὐ πολλῷ μᾶλλον; Ὁρᾷς ὅτι οὐκ ἀφίησιν αὐτὸν εἰς ὕβρεις ἐξάγεσθαι; ὁρᾷς ὅση ἡ φιλοσοφία; Στενάζειν δεῖ τὸν καταφρονούμενον, τὸν καταπατούμενον, τὸν διαπτυόμενον. Μὴ θαῤῥήσῃς ὅτι σε οὐκ ἀμύνεται· ὁ γὰρ στεναγμὸς πάσης ἀμύνης χείρων. Ὅταν γὰρ αὐτὸς μηδὲν ὀνήσῃ στενάζων, καλεῖ τὸν ∆εσπότην· καὶ καθάπερ ἐπὶ διδασκάλου καὶ τρο 63.233 φέως, ὅταν ἐκείνου μὴ ἀκούῃ τὸ παιδίον, καλεῖται ὁ αὐστηρότερον προσφερόμενος· οὕτω καὶ ἐνταῦθα. Βαβαὶ, πόσος ὁ κίνδυνος! τί ἄν τις εἴποι πρὸς τοὺς ἀθλίους, τοὺς ἐπιῤῥίπτοντας ἑαυτοὺς τοσαύτῃ τιμωριῶν ἀβύσσῳ; Πάντων ὧν ἄρχεις γυναικῶν καὶ ἀνδρῶν καὶ παίδων σὺ λόγον δίδως· τοσούτῳ πυρὶ τὴν κεφαλὴν ὑποτίθης. Θαυμάζω εἴ τινα ἔστι τῶν ἀρχόντων σωθῆναί ποτε, πρὸς τῇ τοσαύτῃ ἀπειλῇ καὶ τῇ παρούσῃ ῥᾳθυμίᾳ ὁρῶν ἔτι καὶ ἐπιτρέχοντάς τινας, καὶ ἐπιῤῥίπτοντας ἑαυτοὺς τῷ τοσούτῳ ὄγκῳ τῆς ἀρχῆς. Εἰ γὰρ οἱ ἀνάγκῃ ἑλκόμενοι οὐδεμίαν ἔχουσι συγγνώμην οὐδὲ ἀπολογίαν, κακῶς τὸ πρᾶγμα οἰκονομοῦντες καὶ ἀμελοῦντες· ἐπεὶ καὶ Ἀαρὼν ἀνάγκῃ εἱλκύσθη καὶ ἐκινδύνευσε, καὶ Μωϋσῆς πάλιν ἐκινδύνευσε, καίτοι πολλάκις παραιτησάμενος· καὶ Σαοὺλ ἑτέραν ἐμπιστευθεὶς ἀρχὴν, μετὰ τὸ παραιτήσασθαι ἐκινδύνευσεν, ἐπειδὴ κακῶς αὐτὴν ᾠκονόμησε· πόσῳ μᾶλλον οἱ σπουδὴν ταύτην τιθέμενοι καὶ ἐπιῤῥίπτοντες ἑαυτούς; ὁ γὰρ τοιοῦτος πολλῷ πλέον ἑαυτὸν ἀποστερεῖ πάσης συγγνώμης. ∆εδοικέναι γὰρ χρὴ καὶ τρέμειν, καὶ διὰ τὸ συνειδὸς καὶ διὰ τὸν ὄγκον τῆς ἀρχῆς, καὶ οὔτε ἑλκομένους ἅπαξ παραιτεῖσθαι, οὔτε μὴ ἑλκομένους ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλὰ καὶ φεύγειν μὲν προορῶντας τοῦ ἀξιώματος τὸ μέγεθος, κατασχεθέντας δὲ, πάλιν τὴν εὐλάβειαν ἐπιδείκνυσθαι χρή. Μηδὲν ἄμετρον ἔστω, πάντα κατὰ τάξιν γινέσθω. Πρὸ τοῦ γενέσθαι προαισθόμενος, ἀναχώρει, πεισθεὶς σαυτὸν ἀνάξιον εἶναι τοῦ πράγματος· συλληφθεὶς πάλιν, ὁμοίως εὐλαβῂς ἔσο, πανταχοῦ τὴν εὐγνωμοσύνην ἐπιδεικνύμενος. Προσεύχεσθε, φησὶν, καὶ περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. βʹ. Ὁρᾷς ὅτι ταῦτα ἀπολελόγηται ὡς πρὸς λελυπημένους πρὸς αὐτὸν γράφων, ὡς πρὸς ἀποστρεφομένους, ὡς πρὸς παραβάτην διακειμένους, καὶ οὐκ ἀνεχομένους οὐδὲ τὸ ὄνομα αὐτοῦ ἀκοῦσαι. Ἐπεὶ οὖν παρὰ τῶν μισούντων αὐτὸν ταῦτα ἀπῄτει, ἅπερ ἂν παρὰ τῶν φιλούντων οἱ λοιποὶ πάντες, τούτου ἕνεκεν ἐνταῦθα τίθησι τοῦτο, λέγων· Πεποίθαμεν ὅτι καλὴν συνείδησιν ἔχομεν. Μὴ γάρ μοι τὰς κατηγορίας εἴπῃς· τὸ συνειδὸς ἡμῶν, φησὶν, οὐδὲν ἡμῶν καταγινώσκει, οὐδὲ σύνισμεν ἑαυτοῖς ὅτι ἐπεβουλεύσαμεν ὑμῖν. Πεποίθαμεν γὰρ, φησὶν, ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Ἄρα οὐκ ἐν ἐθνικοῖς μόνον, ἀλλὰ καὶ ἐν ὑμῖν. Οὐδὲν μετὰ καπηλείας, οὐδὲν μετὰ ὑποκρίσεως πεποιήκαμεν· εἰκὸς γὰρ ἦν αὐτὸν ταῦτα διαβάλλεσθαι. Καὶ ὅτι διεβέβλητο, ἄκουε, Ἰακώβου λέγοντος· Κατηχήθησαν γὰρ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις. Οὐχ ὡς ἐχθρὸς, φησὶν, οὐδὲ ὡς πολέμιος ταῦτα γράφω, ἀλλ' ὡς φίλος. Καὶ τοῦτο καὶ ἐκ τοῦ ἑξῆς δηλοῖ· Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Τοῦτο σφόδρα φιλοῦντος ἦν αὐτοὺς, τὸ οὕτως ἀξιοῦν εὔξασθαι. Μὴ ἁπλῶς, φησὶν, ἀλλὰ μετὰ πάσης σπουδῆς· ὥστε με ταχέως ἐλθεῖν πρὸς ὑμᾶς Τοῦτο μηδὲν ἑαυτῷ συνειδότος ἐστὶ, τὸ σπουδάζειν ἐλθεῖν πρὸς αὐτοὺς, καὶ παρακαλεῖν αὐτοὺς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Τούτου ἕνεκεν πρῶτον παρ' αὐτῶν αἰτήσας τὰς εὐχὰς, τότε καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται πάντα τὰ ἀγαθά. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, φησί. Τοῦτο εἶπε διὰ τὸ στασιάζειν αὐτούς. Εἰ τοίνυν ὁ Θεὸς εἰρήνης Θεός ἐστι, μὴ διαστασιάζετε πρὸς ἡμᾶς. Ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν Ποιμένα τῶν προβά 63.234 των. Περὶ τῆς ἀναστάσεως τοῦτο εἴρηται. Τὸν μέγαν. Ἄλλη προσθήκη. Ἐνταῦθα πάλιν μέχρι