1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

170

τέλους τὸν περὶ τῆς ἀναστάσεως αὐτοῖς λόγον διαβεβαιοῦται. Ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ· εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Πάλιν μαρτυρεῖ αὐτοῖς μεγάλα· τὸ γὰρ καταρτιζόμενόν ἐστι τὸ ἀρχὴν ἔχον, εἶτα πληρούμενον. Καὶ ἐπεύχεται αὐτοῖς· ὅπερ ἐστὶ ποθοῦντος. Καὶ ὅρα· ἐν μὲν ταῖς ἄλλαις ἐπιστολαῖς ἐν τοῖς προοιμίοις εὔχεται, ἐνταῦθα δὲ ἐν τῷ τέλει. Ποιῶν, φησὶν, ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Ὁρᾷς ὅτι ὃ μηδενὶ ἐπέστειλε, τοῦτο τούτοις ἐπιστέλλει; Καὶ γὰρ διὰ βραχέων, φησὶν, ἐπέστειλα· τουτέστιν, Οὐδὲ ἐνοχλῶ ὑμᾶς τῇ μακρολογίᾳ. Οἶμαι αὐτοὺς οὐ πάνυ πρὸς τὸν Τιμόθεον ἔχειν ἀπεχθῶς· ὅθεν καὶ αὐτὸν προεστήσατο. Γινώσκετε γὰρ, φησὶ, τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Ἀπολελυμένον, φησί· πόθεν; Οἶμαι αὐτὸν εἰς δεσμωτήριον ἐμβεβλῆσθαι· ἢ, εἰ μὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυμένον· καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζοντα, ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ὁρᾷς πῶς δείκνυσι τὴν ἀρετὴν οὔτε ἐκ τοῦ Θεοῦ τὸ ὅλον, οὔτε ἐξ ἡμῶν μόνον κατορθουμένην; τῷ γὰρ εἰπεῖν· Καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ· ὡσεὶ ἔλεγεν· Ἔχετε μὲν ἀρετὴν, δεῖσθε δὲ πληρώσεως. Εἰπὼν δὲ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, ἔδειξεν ὅτι καὶ βίον ὀρθὸν ἔχειν δεῖ καὶ δόγματα. Καλῶς δὲ προσέθηκε τὸ, Ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Ἐνώπιον αὐτοῦ, φησίν· αὕτη γὰρ ἡ μεγίστη ἀρετὴ, ποιεῖν ἐνώπιον τοῦ Θεοῦ τὸ εὐάρεστον· καθὰ καὶ ὁ Προφήτης λέγει· Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. Τοσαῦτα δὲ γράψας, ὀλίγα αὐτὰ ἔφησεν εἶναι, σύγκρισιν ποιῶν πρὸς ἃ ἔμελλε λέγειν· καθὰ καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔγραψα ὑμῖν ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. Καὶ ὅρα αὐτοῦ τὴν σοφίαν· Οὐ λέγει, Παρακαλῶ ὑμᾶς, ἀνέχεσθε τοῦ λόγου τῆς παραινέσεως, ἀλλὰ, Τοῦ λόγου τῆς παρακλήσεως· τουτέστι, τῆς παραμυθίας, τῆς προτροπῆς. Οὐκ ἔχει τις, φησὶ, πρὸς τὸ μῆκος ἀπαγορεῦσαι τῶν λεχθέντων. Τί οὖν; καὶ τοῦτο ἦν ὃ ἐποίει αὐτοὺς ἀποστρέφεσθαι; Οὐδαμῶς· ἀλλ' οὐ βούλεται αὐτοῖς ἐνδείξασθαι, καὶ εἰπεῖν ὅτι Ὀλιγοψυχεῖτε· τῶν γὰρ τοιούτων ἴδιον τὸ μὴ ἀνέχεσθαι λόγου μακροῦ. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Τοῦτο ἱκανὸν αὐτοὺς πεῖσαι καθυφεῖναι, εἰ ἕτοιμός ἐστιν ἐλθεῖν μετὰ τοῦ μαθητοῦ. Ἀσπάσασθε τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ὅρα πῶς αὐτοὺς ἐτίμησεν, εἴ γε ἐκείνοις ἐπέστειλεν ἀντ' ἐκείνων. Ἀσπάζονται ὑμᾶς οἱ ἐκ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ὅπερ ἦν κοινὸν ἁπάντων, τοῦτο ὕστερον εἶπεν. Ἡ χάρις δὲ πῶς γίνεται μεθ' ἡμῶν; Ἂν μὴ ὑβρίσωμεν εἰς τὴν εὐεργεσίαν, ἂν μὴ ῥᾴθυμοι γενώμεθα περὶ 63.235 τὴν δωρεάν. Καὶ τί ἐστιν ἡ χάρις, φησίν; Ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἡ κάθαρσις· αὕτη γὰρ μεθ' ἡμῶν ἐστι. Τίς γὰρ, φησὶν, ὑβρικὼς δύναται φυλάξαι τὴν χάριν, καὶ οὐκ ἀπόλλυσιν αὐτήν; Οἷον, ἐχαρίσατό σοι τὰ ἁμαρτήματα· πῶς οὖν ἔσται μετὰ σοῦ ἡ χάρις, τουτέστιν, ἡ εὐδοκίμησις, ἢ ἡ τοῦ Πνεύματος ἐνέργεια, ἂν μὴ διὰ τῶν ἀγαθῶν πράξεων αὐτὴν ἐπισπάσῃ; Τοῦτο γὰρ πάντων αἴτιον ἀγαθῶν, τὸ παραμένειν ἡμῖν ἀεὶ τὴν χάριν τοῦ Πνεύματος· αὕτη γὰρ πρὸς ἅπαντα ἡμᾶς ὁδηγεῖ, ὥσπερ οὖν ὅταν ἀποπτῇ ἡμῶν, ἀπόλλυσιν ἡμᾶς καὶ ἐρήμους ποιεῖ. γʹ. Μὴ δὴ αὐτὴν ἀποκρουσώμεθα· ἐν ἡμῖν γάρ ἐστι καὶ μένειν αὐτὴν, καὶ ἀπελθεῖν. Τὸ μὲν γὰρ, ὅταν τὰ οὐράνια λογιζώμεθα, γίνεται· τὸ δὲ, ὅταν τὰ βιωτικά. Ὃ ὁ κόσμος, φησὶν, οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό. Κόσμον τὸν πονηρὸν καὶ αἰσχρὸν βίον καλεῖ. Ὁρᾷς ὅτι οὐκ ἔστι κοσμικῆς ψυχῆς τὸ ἔχειν αὐτό; Πολλῆς τοίνυν ἡμῖν δεῖ τῆς