1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

171

σπουδῆς, ὥστε αὐτὸ κατασχεθῆναι παρ' ἡμῶν, ὥστε πάντα τὰ ἡμέτερα οἰκονομεῖν, καὶ ἐν ἀσφαλείᾳ ποιεῖν καὶ ἐν εἰρήνῃ πολλῇ. Ὥσπερ γὰρ τὴν ἐξ οὐρίων πλέουσαν ναῦν οὐκ ἔστιν οὔτε ἐμποδισθῆναι, οὔτε βαπτισθῆναι, ἕως ἂν ἀπολαύῃ δεξιοῦ τοῦ πνεύματος καὶ διηνεκοῦς, ἀλλὰ καὶ πολλὴν μετὰ τὴν κάθοδον ἐπιδόσεως δόξαν παρέχεται τοῖς τε ναύταις, τοῖς τε ἐπιβάταις, τοὺς μὲν διαναπαύουσα, καὶ οὐκ ἐῶσα ταῖς κώπαις προσταλαιπωρεῖν, τοὺς δὲ παντὸς ἀπαλλάττουσα δέους, καὶ θέαμα ἥδιστον τὸν αὑτῆς παρεχομένη δρόμον· οὕτω καὶ ψυχὴ τῷ θείῳ ὠχυρωμένη Πνεύματι, πάντως μέν ἐστιν ἀνωτέρα τῶν τρικυμιῶν τῶν βιωτικῶν, τὴν δὲ ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδὸν σφοδρότερον ἐκείνης τέμνει τῆς νεὼς, ἅτε οὐχ ὑπ' ἀνέμου παραπεμπομένη, ἀλλ' ὑπ' αὐτοῦ τοῦ Παρακλήτου πεπληρωμένα ἔχουσα τὰ ἱστία πάντα καὶ καθαρὰ, καὶ πᾶν χαῦνον καὶ διαλελυμένον ἐκβάλλει ἐκ τῆς διανοίας τῆς ἡμετέρας. Ὥσπερ γὰρ εἰς χαῦνον ἱστίον ἐμπίπτων ὁ ἄνεμος, οὐκ ἂν ἐνεργήσειεν· οὕτως οὐδὲ τὸ Πνεῦμα εἰς χαύνην ψυχὴν παραμένειν ἀνέχεται, ἀλλὰ δεῖ πολλῆς τῆς τάσεως, τῆς σφοδρότητος. Ὥστε πεπυρωμένην ἡμῖν εἶναι χρὴ τὴν διάνοιαν, καὶ πανταχοῦ τετάσθαι ἡμῶν τὰ ἔργα καὶ τετονῶσθαι· οἷον, ὅταν εὐχώμεθα, μετὰ πολλῆς τοῦτο τῆς τάσεως δεῖ ποιεῖν, ἀποτείνοντας πρὸς τὸν οὐρανὸν τὴν ψυχὴν, οὐ σχοινίοις, ἀλλὰ προθυμίᾳ σφοδρᾷ. Ὅταν ἐλεῶμεν πάλιν, τάσεως ἡμῖν δεῖ, μήποτε φροντὶς οἰκίας, καὶ προστασία παίδων, καὶ γυναικὸς ἐπιμέλεια, καὶ δέος πενίας ἐπεισελθὸν, χαυνώσῃ τὸ ἱστίον. Ἂν γὰρ τῇ τῶν μελλόντων ἐλπίδι τείνωμεν αὐτὸ πάντοθεν, καλῶς δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν· ἐκείνων δὲ τῶν ἐπικήρων καὶ ταλαιπώρων οὐδὲν εἰς αὐτὴν ἐμπεσεῖται, ἀλλὰ κἂν ἐμπέσῃ, αὐτὴν μὲν οὐδὲν ἔβλαψεν, ἀπεκρούσθη δὲ ταχέως τῷ στεγανῷ καὶ ἐξέπεσεν ἀποτιναχθέν. ∆ιὰ τοῦτο τοίνυν πολλῆς ἡμῖν δεῖ τῆς τάσεως· καὶ γὰρ καὶ ἡμεῖς θάλατταν πλέομεν μεγάλην καὶ εὐρύχωρον, πολλῶν μὲν θηρίων γέμουσαν, πολλῶν δὲ σκοπέλων, πολλοὺς δὲ ἡμῖν χειμῶνας τίκτουσαν, καὶ ἐξ αἰθρίας μέσης χα 63.236 λεπωτάτην ζάλην ἐπεγείρουσαν. ∆εῖ τοίνυν, εἴ γε βουλοίμεθα μετὰ εὐμαρείας πλεῖν καὶ ἀκινδύνως, τείνειν τὰ ἱστία, τουτέστι, τὴν προαίρεσιν τὴν ἡμετέραν· ἀρκεῖ γὰρ ἡμῖν τοῦτο· ἐπεὶ καὶ ὁ Ἀβραὰμ, ἐπειδὴ τὸν πόθον ἔτεινε πρὸς τὸν Θεὸν, καὶ τὴν προαίρεσιν παρέστησεν ἀπηρτισμένην, τίνος ἑτέρου ἐδεήθη; οὐδενός, ἀλλ' Ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἡ δὲ πίστις προαιρέσεως γνησίας ἐστίν. Ἀνήνεγκε τὸν υἱὸν, καὶ μὴ σφάξας, τὴν τοῦ σφάξαντος ἀμοιβὴν ἐδέξατο, καὶ τοῦ ἔργου μὴ γενομένου ὁ μισθὸς ἐδίδοτο. Ἔστω τοίνυν ἡμῖν καθαρὰ καὶ καινὰ τὰ ἱστία, μὴ πεπαλαιωμένα· Πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· μὴ ἐκτετρημένα, ὥστε στέγειν τοῦ Πνεύματος τὴν ἐνέργειαν· Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ὥσπερ γὰρ τὰ τῶν ἀραχνῶν ὑφάσματα Πνεύματος ῥύμην οὐκ ἂν δέξαιτο· οὕτως οὐδὲ ψυχὴ βιωτικὴ, οὐδὲ ἄνθρωπος ψυχικὸς Πνεύματος χάριν δέξασθαι δυνήσεταί ποτε. Ἐκείνων γὰρ οὐδὲν διεστήκασιν ἡμῶν οἱ λογισμοὶ, ὄψει μὲν μόνον ἀκολουθίαν σώζοντες, δυνάμεως δὲ ἀπεστερημένοι πάσης. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἐὰν νήφωμεν· ἀλλὰ ὅπερ ἂν ἐμπέσῃ, πάντα στέγει, καὶ πάντων ἐστὶν ἀνώτερος, πάσης ἴλιγγος ἰσχυρότερος. Ἔστω γάρ τις πνευματικὸς ἀνὴρ, καὶ μυρία αὐτῷ συμπιπτέτω δεινά· ἀλλ' οὐδενὶ τούτων ἁλίσκεται. Καὶ τί λέγω; ἐπαγέσθω πενία, νόσος, ὕβρεις, λοιδορίαι, σκώμματα, πληγαὶ, πᾶν εἶδος κολάσεως, πᾶν εἶδος χλευασίας καὶ ὀνειδισμῶν καὶ ὕβρεων· ἀλλ' ὥσπερ ἐκτὸς ὢν τῆς οἰκουμένης καὶ τῶν τοῦ σώματος ἀπηλλαγμένος παθῶν, οὕτως ἁπάντων καταγελάσεται. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πολλοὺς μὲν οἶμαι εἶναι καὶ νῦν· οἷον, τῶν τὰς ἐρημίας κατειληφότων. Ἀλλ' οὐδὲν θαυμαστὸν, φησίν. Ἐγὼ δὲ λέγω, καὶ τῶν ἐν ταῖς πόλεσιν ἀνυπονοήτους ἄνδρας εἶναι τοιούτους. Εἰ δὲ βούλει, καὶ τῶν πάλαι τινὰς ἐπιδεῖξαι δυνήσομαι. Καὶ ἵνα μάθῃς, ἐννόει μοι τὸν Παῦλον· τί μὲν οὐκ ἔπαθε δεινὸν, τί δὲ οὐχ ὑπέστη; ἀλλὰ πάντα ἔφερε γενναίως. Τοῦτον δὴ