172
μιμησώμεθα καὶ ἡμεῖς· οὕτω γὰρ δυνησόμεθα καὶ ἐνώπιον τοῦ Θεοῦ εὐαρεστῆσαι, καὶ πρὸς τοὺς λιμένας καταχθῆναι τοὺς εὐδιεινοὺς μετὰ πολλῆς τῆς ἐμπορίας. Τείνωμεν τοίνυν τὴν διάνοιαν ἡμῶν πρὸς τὸν οὐρανὸν, τῷ πόθῳ κατασχεθῶμεν ἐκείνῳ, τῷ πυρὶ περιβάλωμεν ἑαυτοὺς τῷ πνευματικῷ, τῇ φλογὶ διαζώσωμεν ἑαυτούς. Οὐδεὶς φλόγα ἐπιφερόμενος δέδοικε τοὺς ἀπαντῶντας· κἂν θηρίον ᾖ, κἂν ἄνθρωπος, κἂν μυρίαι παγίδες, ἕως πεπυρωμένος ᾖ, πάντα ὑπεξίσταται, πάντα παραχωρεῖ. Ἀνύποιστος ἡ φλὸξ, ἀφόρητος ἡ πυρὰ, πάντα καταναλίσκει. Τοῦτο τὸ πῦρ περιβάλωμεν ἑαυτοὺς, καὶ δόξαν ἀναπέμψωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.