ποτε εἶναι, ἀλλ' ἀεὶ εἶναι. Ἔστι δὲ ταῦτα ὁ Υἱὸς ὁ λέγων, Ἐγώ εἰμι ἡ ζωὴ, καὶ, Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν. Πῶς τοίνυν οὐκ ἀσεβεῖ ὁ λέγων, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός; Ἴσον γάρ ἐστιν εἰπεῖν, Ἦν ποτε ὅτε ἡ πηγὴ ξηρὰ ἦν χωρὶς τῆς ζωῆς καὶ τῆς σοφίας. Ἡ δὲ τοιαύτη οὐκ ἂν εἴη πηγή· τὸ γὰρ μὴ ἐξ ἑαυτοῦ γεννῶν οὐκ ἔστι πηγή. Ὅσης δὲ ἀτοπίας γέμον ἐστὶ τοῦτο! Ὁ μὲν γὰρ Θεὸς τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐπαγγέλ λεται ὡς πηγὴν ἔσεσθαι, ἣν μὴ ἐξέλιπεν ὕδωρ, λέγων διὰ Ἡσαΐου τοῦ προφήτου· Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ· οὗτοι δὲ τὸν Θεὸν λεγόμενον καὶ ὄντα πηγὴν τῆς σοφίας, ἄγονον αὐτὸν καὶ λείψαντά ποτε τῆς ἰδίας σοφίας δυσφημεῖν τολμῶ σιν. Ἀλλὰ τὰ μὲν παρὰ τούτων ἐστὶ ψεύδη· ἡ δὲ Ἀλήθεια μαρτυρεῖ πηγὴν ἀΐδιον εἶναι τὸν Θεὸν τῆς ἰδίας σοφίας. Ἀϊδίου δὲ τῆς πηγῆς οὔσης, ἐξ ἀνάγκης καὶ τὴν Σοφίαν ἀΐδιον εἶναι δεῖ. Ἐν ταύτῃ γὰρ καὶ τὰ πάντα γέγονεν, ὡς ψάλλει ∆αβίδ· Πάντα ἐν Σοφίᾳ ἐποίησας· καὶ Σολομών φησιν· Ὁ Θεὸς τῇ Σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Αὐτή τε ἡ Σοφία ἐστὶν ὁ Λόγος, καὶ δι' αὐτοῦ, ὡς Ἰωάννης φησὶν, ἐγένετο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ αὐτός ἐστιν ὁ Χρι στός. Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χρι στὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Εἰ δὲ τὰ πάντα δι' αὐτοῦ, αὐτὸς οὐκ ἂν εἴη συναριθμούμε νος τοῖς πᾶσιν. Ὁ γὰρ τολμῶν τὸν δι' οὗ τὰ πάντα λέγειν ἕνα εἶναι τῶν πάντων, πάντως δή που καὶ περὶ Θεοῦ, ἐξ οὗ τὰ πάντα, τὸ αὐτὸ λογίσεται. Εἰ δὲ τοῦτο ὡς ἄτοπον φεύγει τις, καὶ διίστησιν ὡς ἄλλον ἀπὸ τῶν πάντων τὸν Θεὸν, ἀκόλουθον ἂν εἴη καὶ τὸν μονογενῆ Υἱὸν ἴδιον ὄντα τῆς τοῦ Πατρὸς οὐσίας ἄλλον λέγειν εἶναι τῶν πάντων· μὴ ὄντος δὲ αὐτοῦ τῶν πάντων, οὐ θέμις ἐπ' αὐτοῦ λέγειν τὸ, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Οὐκ ἦν, πρὶν γεννηθῇ. Αἱ τοιαῦ ται γὰρ φωναὶ κατὰ τῶν ποιημάτων ἁρμόζουσι λέ γεσθαι· αὐτὸς δὲ ὁ Υἱὸς τοιοῦτός ἐστιν, οἷός ἐστιν ὁ Πα τὴρ, οὗ καὶ ἔστι τῆς οὐσίας ἴδιον γέννημα, Λόγος, καὶ Σοφία. Τοῦτο γὰρ ἴδιον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ τοῦτο τὸν Πατέρα τοῦ Υἱοῦ δείκνυσιν ἴδιον, ὥστε μή τε τὸν Θεὸν λέγειν ποτὲ ἄλογον, μήτε τὸν Υἱὸν ἀνύπ 26.53 αρκτόν ποτε λέγειν. Ἐπεὶ διὰ τί Υἱὸς εἰ μὴ ἐξ αὐτοῦ; ἢ διὰ τί Λόγος καὶ Σοφία εἰ μὴ ἀεὶ καὶ ἴδιον αὐτοῦ; Πότε γοῦν τοῦ ἰδίου χωρὶς ἦν ὁ Θεός; ἢ πῶς τις περὶ τοῦ ἰδίου, ὡς περὶ ξένου καὶ ἀλλοτριοου σίου δύναται λογίσασθαι; Τὰ μὲν γὰρ ἄλλα οἷά ἐστι τὰ γενητὰ, οὐδὲν ὅμοιον κατ' οὐσίαν ἔχει πρὸς τὸν πεποιηκότα· ἀλλ' ἔξωθεν αὐτοῦ ἐστι, χάριτι καὶ βουλήσει αὐτοῦ τῷ Λόγῳ γενόμενα, ὥστε πάλιν δύνασθαι καὶ παύεσθαί ποτε, εἰ θελήσειεν ὁ ποιήσας· ταύτης γάρ ἐστι φύσεως τὰ γενητά. Τὸ δὲ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς (ὡμολόγηται γὰρ ἤδη τοῦτο εἶναι ὁ Υἱός)· πῶς οὐ τολμηρὸν καὶ δυσσεβὲς εἰπεῖν ἐξ οὐκ ὄντων, καὶ ὅτι οὐκ ἦν πρὶν γεννηθῇ, ἀλλ' ἐπισυμβέβηκε, καὶ δύναται πάλιν μὴ εἶναί ποτε; Τοῦτο δὲ καὶ μόνον ὁ ἐνθυμούμενος κατανοείτω, πῶς τὸ τέλειον καὶ τὸ πλῆρες τῆς τοῦ Πατρὸς οὐσίας ἀφαιρεῖται καὶ γὰρ φανερώτερον ἄν τις ἴδοι πάλιν τὸ ἄτοπον τῆς αἱρέσεως, ἐὰν ἐνθυμη θῇ, ὅτι ὁ Υἱὸς εἰκών ἐστι καὶ ἀπαύγασμα τοῦ Πα τρὸς, καὶ χαρακτὴρ, καὶ ἀλήθεια. Εἰ γὰρ ὑπάρχοντος φωτὸς, ἔστιν εἰκὼν αὐτοῦ τὸ ἀπαύγασμα· καὶ οὔσης ὑποστάσεως, ἔστι ταύτης ὁ χαρακτὴρ ὁλόκλη ρος· καὶ ὄντος Πατρὸς, ἔστιν ἡ ἀλήθεια· σκοπεί τωσαν οἱ τὴν εἰκόνα καὶ τὸ εἶδος τῆς θεότητος χρόνῳ μετροῦντες, εἰς πόσον ἀσεβείας βάραθρον πίπτουσιν. Εἰ γὰρ οὐκ ἦν ὁ Υἱὸς, πρὶν γεννηθῇ, οὐκ ἦν ἀεὶ ἐν τῷ Θεῷ ἡ ἀλήθεια. Ἀλλὰ τοῦτο λέγειν οὐ θέμις· τοῦ γὰρ Πατρὸς ὄντος, ἦν ἀεὶ ἐν αὐτῷ ἡ ἀλήθεια, ἥτις ἐστὶν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ Ἀλήθεια· καὶ τῆς ὑποστάσεως ὑπαρχούσης, πάντως εὐθὺς εἶναι δεῖ τὸν χαρακτῆρα καὶ τὴν εἰκόνα ταύτης· οὐ γὰρ ἔξωθέν ἐστι γραφομένη ἡ τοῦ Θεοῦ εἰκών· ἀλλ' αὐτὸς ὁ Θεὸς γεννητής ἐστι ταύτης,
12