εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχε καὶ αὐτὸς αἵματος καὶ σαρκός; Καὶ πότε γέγονεν ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς, ἢ ὅτε κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη; ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα. Οὐκοῦν περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γρά φων ὁ Παῦλος ἔλεγε, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καὶ οὐ περὶ τῆς οὐσίας τοῦ Λόγου. Μηκέτι τοίνυν μαίνεσθε λέγοντες ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἔστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενής. Τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύ σατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς δι' αὐτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἑαυ τὸν ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς· ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἐὰν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πι στὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπί πτουσαν. Αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι οὐκ εἶχον τὸ πιστὸν, καθ' ἡμέραν παρερχόμεναι, καὶ δεό μεναι πάλιν καθαρσίου· ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε μένουσα διὰ παντός. Καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς δια δεχομένους, καὶ ὅλως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ Κύριος ἀπαράβατον καὶ ἀδιάδεκτον ἔχων τὴν ἀρχιερωσύνην πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος, εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους. Τοῦτο δὲ πάλιν καὶ ἀπὸ τῆς Ἐπιστολῆς τοῦ μεγάλου Πέτρου μαθεῖν ἔξεστι, λέγοντος· Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς· πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμε νος, ἀλλ' ἀεὶ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγ γείλατο. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παρ' αὐτοῖς ψευδώνυμοι θεοὶ οὔτε τῷ εἶναι, οὔτε τῷ ἐπαγγέλλε σθαί εἰσι πιστοί· οὔτε γὰρ οἱ αὐτοί εἰσι πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους, τῷ χρόνῳ διαφθείρον ται, καὶ περὶ ἑαυτοὺς καταῤῥέουσι· διὸ καὶ κατ' αὐ τῶν ὁ Λόγος βοᾷ, ὅτι πίστις οὐκ ἴσχυσεν ἐν αὐ τοῖς, καὶ ὕδωρ ψευδές εἰσι, καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι ὄντως καὶ ἀληθινὸς ὢν Θεὸς πιστός ἐστιν, ὁ αὐτὸς ὢν, καὶ 26.168 λέγων· Ἴδετέ με, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ, οὐκ ἠλ λοίωμαι· διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν, ἀεὶ ὢν, καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι, καθάπερ πάλιν ὁ Ἀπόστολος γράφων Θεσσαλονικεῦσι μέν φησι· Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει· ἐν γὰρ τῷ ποιεῖν ἃ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν· Ἑβραίοις δὲ περὶ τοῦ σημαίνειν τὴν λέξιν ταύτην καὶ τὸ ἀναλλοίωτον οὕτως γράφει· Εἰ ἀπιστήσομεν, ἐκεῖ νος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύνα ται. Οὐκοῦν εἰκότως ὁ Ἀπόστολος τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενός φησιν· Ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, δει κνὺς, ὅτι καὶ ἄνθρωπος γενόμενος Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας ἀναλ λοίωτός ἐστι. Καὶ ὥσπερ τῆς ἐνανθρωπήσεως αὐτοῦ διὰ τῆς ἀρχιερωσύνης μνημονεύει γράφων ὁ Ἀπόστολος· οὕτω καὶ πάλιν οὐκ ἐσιώπησε μακρὰν, ἀλλ' εὐθὺς περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει, παν ταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ τα πεινὸν ὀνομάζει, ἵν' εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. Φησὶ γοῦν· Ὁ μὲν Μωσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱός· κἀκεῖ νος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον, ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. Ὁ μὲν γὰρ Μωσῆς, ἄνθρωπος φύσει ὢν, πιστὸς ἐγέ νετο, πιστεύων τῷ διὰ τοῦ Λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσμαστι, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κα τασκευασθέντι ὑπ' αὐτοῦ. Καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβλην ται· ὁ δὲ τοῦ Θεοῦ Λόγος
44