ἕνεκα τοῦ ἁγιάζειν τὴν σάρκα γέγονεν ἄνθρωπος· καὶ Κύριος ὢν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν· δούλη γὰρ τοῦ Λόγου ἡ πᾶσα κτίσις, ἡ παρ' αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. Ἐκ δὲ τούτου συνέστηκεν, ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἀποστόλῳ, ἐποίησεν, οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλ' ὅπερ ἔλαβεν ὅμοιον ἡμῖν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε γενόμενος ἄν θρωπος. Εἰ δὲ δέδεικται, ὅτι, κἂν ἐπ' αὐτοῦ τοῦ Λόγου τις λέγῃ τὸ, ἐποίησεν, ἀντὶ τοῦ, ἐγέννησε, λέγει· ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν ἔτι μᾶλλον κακο 26.169 νοίας εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ Λό γος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρὸς, τῇ δὲ οἰκονομίᾳ κατ' εὐδοκίαν τοῦ Πατρὸς, ἐποιήθη δι' ἡμᾶς ἄνθρωπος καὶ συνίσταται; καὶ διὰ τοῦτο ἄρα λέγεται παρὰ μὲν τῷ Ἀποστόλῳ, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ἐν δὲ ταῖς Παροιμίαις καὶ τὸ κτίζεσθαι. Ἕως γὰρ ὁμολογεῖται γενόμενος ἄνθρω πος, οὐδὲν διαφέρει λέγειν, καθάπερ προείρηται, εἴτε ἐγένετο, εἴτε πεποίηται, εἴτε ἔκτισται, εἴτε πέ πλασται, εἴτε δοῦλος, εἴτε υἱὸς παιδίσκης, εἴτε υἱὸς ἀνθρώπου, εἴτε κατεστάθη, εἴτε ἀπεδήμησεν, εἴτε νυμφίος, εἴτε ἀδελφιδοῦς, εἴτε ἀδελφός. Πάντα γὰρ ταῦτα τὰ λεξείδια τῆς ἀνθρώπων συστάσεως ἴδια τυγχάνει ὄντα· καὶ τὰ τοιαῦτα οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι σημαίνει. Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παρ' αὐτῶν πάλιν προφερόμενον ῥητὸν τοῦ Πέτρου λέγοντος· Ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα γέγραπται, Ἐποίησεν ἑαυτῷ Υἱὸν, ἢ, Ἐποίησεν ἑαυτῷ Λόγον, ἵνα καὶ τοιαῦτα φαντα σθῶσιν. Εἰ μὲν οὖν μὴ ἐπελάθοντο, ὅτι περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λαλοῦσιν, ἐρευνάτωσαν εἴ που γέγρα πται, Ἐποίησεν ἑαυτῷ Υἱὸν ὁ Θεὸς, ἢ Ἔκτισεν ἑαυτῷ Λόγον· ἢ πάλιν, εἴ που γέγραπται φανερῶς, ποίημά ἐστιν ἢ κτίσμα ὁ Λόγος· καὶ τότε προφασι ζέσθωσαν, ἵνα καὶ οὕτως ἐλεγχθῶσιν οἱ ἀνόητοι. Εἰ δὲ μηδέν τι τοιοῦτον εὑρίσκουσι· μόνον δὲ εἴ που γέγραπται, ἐποίησε, καὶ, πεποίηται, θηρεύουσι· φοβοῦμαι μὴ κατ' ὀλίγον ἀκούοντες, Ἐν ἀρχῇ ἐποί ησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ Ἐποίησε τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ, Ἐποίησε τὴν θάλασ σαν, εἴπωσιν αὐτὸν εἶναι τὸν οὐρανὸν, καὶ αὐτὸν εἶναι τὸ τῇ πρώτῃ ἡμέρᾳ γενόμενον φῶς, καὶ αὐτὸν εἶναι τὴν γῆν, καὶ ἕκαστον τῶν ποιηθέντων, ἵνα λοιπὸν ὁμοιωθῶσι καὶ τοῖς λεγομένοις Στωϊκοῖς. Ὅτι ἐκεῖνοι μὲν αὐτὸν τὸν Θεὸν ἐξαπλοῦσιν εἰς τὰ πάντα· οὗτοι δὲ τὸν τοῦ Θεοῦ Λόγον εἰς ἕκαστον τῶν ποιημά των συντάττουσιν· εἰ καὶ φθάσαντες εἰρήκασι τὰ ὅμοια, λέγοντες ἕνα τῶν ποιημάτων αὐτὸν εἶναι. Ἀλλὰ πάλιν ἀκουέτωσαν τὰ αὐτὰ, καὶ μανθα 26.172 νέτωσαν πρῶτον, ὅτι Υἱός ἐστιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, καὶ οὐ ποίημα ὁ Λόγος, καὶ οὐ δεῖ τὰς τοιαύτας λέξεις εἰς τὴν θεότητα αὐτοῦ λαμ βάνειν, ἀλλ' ἐρευνᾷν διὰ τί καὶ πῶς ταῦτα γέ γραπται, καὶ πάντως ἀπαντήσει τοῖς ζητοῦσιν ἡ ἀν θρωπίνη οἰκονομία, ἣν δι' ἡμᾶς ἀνεδέξατο. Καὶ γὰρ καὶ ὁ Πέτρος εἰρηκὼς, Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν, εὐθὺς ἐπήγαγε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε· καὶ πᾶσι γέγονε φανερόν· γένοιτο δ' ἂν καὶ τούτοις, ἐὰν τὴν ἀκολουθίαν τηρήσωσιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ, κατὰ τὸ ἀνθρώπινον, αὐτὸν πεποιῆσθαι ἔλεγε. Τί γάρ ἐστι τὸ σταυρούμενον ἢ τὸ σῶμα; τὸ δὲ σωματικὸν τοῦ Λόγου πῶς εἶχε σημᾶναι ἢ διὰ τοῦ εἰπεῖν, ἐποίησεν; ἄλλως τε καὶ τὸ λεγόμενον ἐνταῦθα, ἐποίησεν, ὀρ θὴν ἔχει τὴν διάνοιαν. Οὐ γὰρ εἴρηκε, καθὰ προεῖπον, Ἐποίησεν αὐτὸν Λόγον, ἀλλὰ, Κύριον αὐτόν· καὶ οὐχ ἁπλῶς, ἀλλ' εἰς ὑμᾶς, καὶ, ἐν μέσῳ ὑμῶν ἐποίησεν, ἴσον τῷ εἰπεῖν, ἀπέδειξε. Καὶ τοῦτο αὐ τὸ ὁ Πέτρος, ἀρχόμενος τῆς τοιαύτης ἀρχιδιδα σκαλίας, μετὰ παρατηρήσεως ἐσήμανεν, ἡνίκα πρὸς αὐτοὺς ἔλεγεν· Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον ἄν δρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον
45