καὶ Σοφία· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δι' αὐτοῦ τοῦ Λόγου πεποίηται. Τὸ ἄρα πολυθρύλλητον παρ' ὑμῶν εἰρημένον, Κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐκ ἔστιν ἀληθὲς, ἀλλ' ὑμῶν φαντασία μόνη, καὶ κατηγορεῖσθε παρὰ τοῦ Σο λομῶνος, ὅτι πολλάκις αὐτοῦ κατεψεύσασθε. Οὐ γὰρ εἴρηκεν αὐτὸν κτίσμα, ἀλλὰ γέννημα καὶ σοφίαν Θεοῦ, λέγων· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καί· Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. Καὶ αὐτὸ δὲ τὸ ῥητὸν ἐξεταζόμενον ἐλέγχει τὴν δυσ σέβειαν ὑμῶν· γέγραπται γάρ· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐκοῦν εἰ πρὸ πάντων ἐστὶν αὐτὸς, λέγει δὲ, ἔκτισέ με, οὐχ ἵνα ποιήσω τὰ ἔργα, ἀλλ' εἰς τὰ ἔργα· ἢ δεύτερόν ἐστιν αὐτοῦ τὸ ἔκτισεν, ἢ φανήσεται δεύτερος αὐτὸς τῶν ἔργων, εὑρίσκων αὐτὰ κτιζόμενος ἤδη πρὸ αὐτοῦ ὑφεστῶτα, ἐφ' ἃ καὶ γίνεται. Εἰ δὲ τοῦτο, πῶς ἔτι πρὸ πάντων ἐστὶν αὐτός; Πῶς δὲ καὶ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ἐν αὐτῷ συνέστηκεν; Ἰδοὺ γὰρ καθ' ὑμᾶς καὶ πρὸ αὐτοῦ συνειστήκει τὰ ἔργα, εἰς ἃ 26.253 κτίζεται καὶ ἀποστέλλεται. Ἀλλ' οὐκ ἔστιν οὕτω· μὴ γένοιτο! Ψευδής ἐστι τῶν αἱρετικῶν ἡ διά νοια. Οὐ γὰρ κτίσμα ἐστὶν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· τότε δὲ λέγει παροιμιωδῶς, ἔκτισέ με, ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. Καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι. Υἱὸς γὰρ ὢν καὶ Πατέρα τὸν Θεὸν ἔχων, αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα, ὅμως Κύριον νῦν ὀνομάζει τὸν Πατέρα· οὐχ ὅτι δοῦλος ἦν, ἀλλ' ὅτι τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν. Ἔπρεπε γὰρ αὐτὸν, ὥσπερ ὄντα Λόγον ἐκ τοῦ Πατρὸς, Πατέρα τὸν Θεὸν καλεῖν· τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα· οὕτως ἐλθόντα τελειῶσαι τὸ ἔργον, καὶ δού λου λαβόντα μορφὴν, Κύριον ὀνομάζειν τὸν Πατέρα. Καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλῆς τῆς διαστολῆς, λέγων ἐν τοῖς Εὐαγγελίοις· Ἐξομο λογοῦμαί σοι, Πάτερ· εἶτα· Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Ἑαυτοῦ μὲν γὰρ εἶναι Πατέρα τὸν Θεὸν λέγει, τῶν δὲ κτισμάτων αὐτὸν Κύριον ὀνομά ζει· ὡς ἐκ τούτου δείκνυσθαι λευκῶς, ὅτι, ἡνίκα τὸ κτιστὸν ἐνεδύσατο, τότε τὸν Πατέρα καλεῖ Κύ ριον. Καὶ γὰρ καὶ ἐν τῇ προσευχῇ τοῦ ∆αυῒδ τὴν αὐτὴν διαφορὰν σημαίνει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τῶν Ψαλμῶν λέγον· ∆ὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ἄλλος γάρ ἐστιν ὁ φύσει καὶ ἀληθινὸς παῖς τοῦ Θεοῦ, καὶ ἄλλα τὰ τῆς παιδίσκης τέκνα, ἥτις ἐστὶ τῶν γενητῶν ἡ φύσις. ∆ιὸ καὶ ὁ μὲν, ὡς Υἱὸς, ἔχει τὸ πατρικὸν κράτος, τὰ δὲ, σωτηρίας ἐστὶ δεόμενα. Εἰ δ' ὅτι παῖς ἐκλήθη, φλυαροῦσι, γινωσκέτω σαν, ὅτι καὶ Ἰσαὰκ παῖς ὠνομάσθη τοῦ Ἀβραὰμ, καὶ ὁ υἱὸς τῆς Σουμανίτιδος παιδάριον ἐκλήθη. Εἰκότως ἄρα, δούλων ἡμῶν ὄντων, ὅτε γέγονεν ὡς ἡμεῖς, Κύριοι τὸν Πατέρα καλεῖ καὶ αὐτὸς, ὡς ἡμεῖς· καὶ τοῦτο δὲ φιλανθρωπευόμενος οὕτω πε ποίηκεν, ἵνα καὶ ἡμεῖς, δοῦλοι κατὰ φύσιν ὄντες, καὶ δεξάμενοι τὸ πνεῦμα τοῦ Υἱοῦ, θαῤῥήσωμεν τὸν φύ σει Κύριον ἑαυτῶν, τοῦτον τῇ χάριτι Πατέρα καλεῖν. Ἀλλ' ὥσπερ ἡμεῖς τὸν Κύριον Πατέρα καλοῦντες, οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· αὐτοῦ γάρ ἐσμεν ἔργα, καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· οὕτως ὅταν ὁ Υἱὸς τὴν τοῦ δούλου μορφὴν λαμ βάνων λέγῃ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, μὴ ἀρνείσθωσαν τὴν ἀϊδιότητα τῆς τούτου θεότητος, 26.256 καὶ ὅτι ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ πάντα δι' αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐ σίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ εἰς ἔργα φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν οὐ σίαν ἑαυτοῦ σημᾶναι θέλων, ἀλλὰ τὴν εἰς τὰ ἔργα αὐτοῦ οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. Τὰ γὰρ γινόμενα καὶ κτιζόμενα προη γουμένως ἕνεκα τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πε ποίηται, καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν, περὶ ὧν ἂν αὐτοῖς ὁ Λόγος προστάττῃ, ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον. Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργά ζηται, ἀλλ' ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ
68