ἐργάζεσθαι. Νῶε δὲ ἐκτίσθη οὐ διὰ τὴν κιβωτὸν, ἀλλ' ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφ' ἑκάστου δὲ ζητῶν ταῦτα εὕροι τις. Καὶ γὰρ καὶ Μωϋσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γέγονε, καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γὰρ, ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται, ἀλλ' ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος, μετὰ ταῦτα δὲ εἰς τὰ ἔργα πέμπεται, καὶ τὴν τούτων οἰκονομίαν· καὶ γὰρ πρὶν γενέσθαι τὰ ἔργα, ἦν μὲν ἀεὶ ὁ Υἱὸς, οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. Ὅτε δὲ ἐκτίσθη τὰ ἔργα, καὶ χρεία μετὰ ταῦτα γέ γονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας· τότε δὴ καὶ ὁ Λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι καὶ ὁμοιωθῆναι τοῖς ἔργοις· ὅπερ διὰ μὲν τῆς, ἔκτισε, λέξεως, ἡμῖν δεδήλωκε, διὰ δὲ τοῦ προφή του Ἡσαΐου τὸ ὅμοιον σημᾶναι θέλων, πάλιν λέγει· Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν, καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου. Ἰδοὺ καὶ ἐνταῦθα οὐκ εἰς τὸ εἶναι πλάττεται, ἀλλ' ἕνεκα τοῦ συναγαγεῖν τὰς φυλὰς, τὰς καὶ πρὸ τοῦ πλασθῆναι τοῦτον ὑπαρχούσας. Ὥσπερ γὰρ ἐκεῖ τὸ, ἔκτισεν, οὕτως ὧδε τὸ, ἔπλασε· καὶ ὡς ἐκεῖ, εἰς τὰ ἔργα, οὕτως ὧδε, εἰς τὸ συναγαγεῖν· ὥστε 26.257 πανταχόθεν φαίνεσθαι τοῦ εἶναι τὸν Λόγον δεύτερον λέγεσθαι τὸ, ἔκτισε, καὶ τὸ, ἔπλασε. Καὶ γὰρ ὥσπερ πρὸ τῆς πλάσεως ὑπῆρχον αἱ φυλαὶ δι' ἃς καὶ ἐπλάσθη· οὕτως ὑπάρχειν καὶ τὰ ἔργα φαίνεται, εἰς ἃ καὶ ἐκτίσθη. Καὶ ὅτε μὲν ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὔπω ἦν τὰ ἔργα, καθὰ προεῖπον· ὅτε δὲ τὰ ἔργα γέγονε, καὶ ἡ χρεία ἀπῄτησε, τότε τὸ, ἔκτισεν, εἴρηται. Καὶ ὥσπερ ἂν εἴ τις υἱὸς, παραπολομέ νων κτημάτων καὶ παρὰ πολεμίοις ὄντων, ἐξ ἀμε λείας αὐτῶν, χρείας τε καταλαβούσης εἰ πέμποιτο παρὰ τοῦ πατρὸς συλλαβέσθαι καὶ συναγαγεῖν αὐτά· καὶ οὗτος ἀπερχόμενος, ἐπενδιδύσκοιτο τὴν ὁμοίαν ἐκείνων ἐσθῆτα, καὶ σχηματίζοι ἑαυτὸν, ὡς ἐκεῖνοι, ἵνα μὴ ὡς δεσπότην αὐτὸν ἐπιγνόντες οἱ κατέ χοντες φύγωσι, καὶ κωλυθῇ κατελθεῖν καὶ πρὸς τοὺς ὑπὸ γῆν κρυπτομένους παρ' ἐκείνων· εἶτα εἴ τις πυνθάνοιτο τούτου. ∆ιὰ τί οὕτως; ὁ τοιοῦτος εἶ πεν ἄν· Ὁ πατὴρ οὕτω με ἔπλασε καὶ κατήρ τισεν εἰς τὰ ἔργα αὐτοῦ· λέγων τε οὕτως, οὔτε δοῦ λον ἑαυτὸν οὔτε ἕνα τῶν ἔργων εἶναι σημαίνει· οὔτε δὲ τὴν ἀρχὴν τῆς γενέσεως αὐτοῦ λέγει, ἀλλὰ τὴν ὕστερον αὐτῷ δοθεῖσαν εἰς τὰ ἔργα φροντίδα· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος, ἐπενδυσάμενος τὴν ἡμετέραν σάρκα, καὶ σχήματι εὑρεθεὶς ὡς ἄν θρωπος, εἰ ἐρωτηθείη παρὰ τῶν οὕτως αὐτὸν ὁρών των καὶ θαυμαζόντων, εἴποι ἄν· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· καί· Ἔπλασέ με τοῦ συναγαγεῖν τὸν Ἰσραήλ. Τοῦτο δὲ πάλιν καὶ τὸ Πνεῦμα προσημαῖνον ἐν Ψαλμοῖς ἔλεγε· Κατ έστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων αὐτὸς ὁ Κύριός φησιν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· ὥσπερ δὲ, ὅτε ἐπ έλαμψε σωματικῶς τῇ Σιὼν, οὐκ ἀρχὴν εἶχεν εἶ ναι οὐδὲ τοῦ βασιλεύειν· ἀλλὰ ὢν Λόγος τοῦ Θεοῦ καὶ ἀΐδιος βασιλεὺς, κατηξίωσεν ἀνθρωπίνως ἐπι λάμψαι τὴν βασιλείαν ἑαυτοῦ καὶ ἐν τῇ Σιὼν, ἵνα, ἀπὸ τῆς βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας λυ τρωσάμενος αὐτούς τε καὶ ἡμᾶς, ποιήσῃ ὑπὸ τὴν πατρικὴν βασιλείαν ἑαυτοῦ· οὕτω καθιστάμενος εἰς τὰ ἔργα, οὐκ εἰς τὰ μηδέπω ὄντα, ἀλλ' εἰς τὰ ἤδη ὄντα καὶ δεόμενα διορθώσεως καθίσταται. Τὸ ἄρα, ἔκτισε, καὶ τὸ, ἔπλασε, καὶ τὸ, κατ 26.260 έστησε, τὴν αὐτὴν ἔχοντα διάνοιαν, οὐ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὸν, οὐδὲ τὴν οὐσίαν αὐτοῦ κτιστὴν δείκνυσιν, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κατ' εὐερ γεσίαν γενομένην ἀνανέωσιν. Ταῦτα γοῦν λέγων, ἐδίδασκεν ὅμως καὶ πρὸ τούτων ὑπάρχειν ἑαυ τὸν, ὅτε ἔλεγε· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· καί· Ἡνίκα τὸν οὐρανὸν ἡτοίμαζε, συμπαρήμην αὐτῷ· καί· Ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ὥσπερ δὲ ἦν αὐτὸς πρὶν Ἀβραὰμ γενέσθαι, ὁ δὲ Ἰσραὴλ μετὰ τὸν Ἀβραὰμ γέγονε, καὶ
69