καὶ ἐν τούτῳ πάλιν ἀσεβεῖν εἰς τὸν Κύριον ἐτολμήσατε λέγοντες, ποίημα, ἢ κτίσμα, ἤτοι γέννημα εἶναι αὐτόν; Ταὐτὸν γὰρ τὸ γέννημα καὶ τὸ ποίημα σημαίνειν φάσκετε· καὶ ἐντεῦθεν γὰρ οὐδὲν ἧττον ἀπαίδευτοι καὶ ἀσεβεῖς γνωσθήσεσθε. Τὸ μὲν γὰρ πρῶτον ῥητόν ἐστι τοῦτο· Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; καὶ μετ' ὀλίγα ἐν τῇ αὐτῇ Ὠδῇ φησι· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου 26.272 Θεοῦ τοῦ τρέφοντός σε. Ἡ δὲ διάνοια πάνυ θαυμαστὴ τυγχάνει οὖσα. Οὐ γὰρ εἴρηκε πρῶτον τὸ, ἐγέννη σεν, ἵνα μὴ ἀδιάφορος ἡ λέξις ᾖ πρὸς τὸ, ἐποίη σε, καὶ πρόφασιν εὕρωσιν οὗτοι λέγειν· Μωσῆς ἐξ ἀρχῆς μὲν εἶπεν εἰρηκέναι τὸν Θεόν· Ποιήσωμεν ἄνθρωπον· αὐτὸς δὲ μετὰ ταῦτα ἔφησε· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες· ὡς ἀδιαφόρων τῶν λέ ξεων οὐσῶν· ταὐτὸν γὰρ τὸ γέννημα καὶ ποίημά ἐστιν. Ἀλλὰ μετὰ τὸ, ἐκτήσατο, καὶ, ἐποίησε, λοι πὸν ὕστερον τὸ, ἐγέννησεν, ἐπήγαγε, ἵνα καὶ ἑρμη νείαν ὁ Λόγος ἔχων φανῇ. Ἐν μὲν γὰρ τῷ, ἐποίη σεν, ἀληθῶς σημαίνει τῶν ἀνθρώπων τὸ κατὰ φύσιν, ὅτι ἔργα τέ ἐστι καὶ ποιήματα· ἐν δὲ τῷ, ἐγέννησε, δηλοῖ τὴν τοῦ Θεοῦ γενομένην εἰς ἀνθρώπους μετὰ τὸ κτίσαι αὐτοὺς φιλανθρωπίαν· καὶ ἐπειδὴ ἀχά ριστοι γεγόνασιν ἐπὶ ταύτῃ, λοιπὸν Μωσῆς ὀνειδίζων αὐτοὺς πρῶτον μέν φησι· Ταῦτα Κυρίῳ ἀντ αποδίδοτε; εἶτα ἐπάγει· Οὐκ αὐτὸς οὗτός σου Πα τὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; Καὶ δεύτερον πάλιν λέγει· Ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν. Καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες. Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἀνθρώπους αὐτοὺς ἔκτισεν, ἀλλὰ καὶ υἱοὺς ἐκάλεσεν, ὡς γεννήσας αὐ τούς. Τοῦ γὰρ, υἱὸς, καὶ ὧδε σημαντικόν ἐστι τὸ, ἐγέννησεν· ὡς καὶ διὰ τοῦ προφήτου φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ ὅλως ὅτε ἡ Γραφὴ υἱὸν σημᾶναι βούλεται, οὐ διὰ τῆς, ἔκτισα, ἀλλὰ πάντως διὰ τῆς, ἐγέννησα, λέξεως σημαίνει. Καὶ τοῦτο πά λιν Ἰωάννης φαίνεται λέγων· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν· πάνυ καλῶς ἐχούσης καὶ ἐνταῦθα τῆς παρατηρήσεως. Τὸ μὲν γὰρ, γενέσθαι, διὰ τὸ μὴ φύσει, ἀλλὰ θέσει αὐτοὺς λέγεσθαι υἱούς φησι· τὸ δὲ, ἐγεννήθησαν, διὰ τὸ 26.273 ὅλως ὄνομα υἱοῦ καὶ αὐτοὺς εἰληφέναι, εἴρηκεν. Ἀλλ' ὁ λαὸς, ὡς ὁ προφήτης φησὶν, ἠθέτησαν τὸν εὐεργέτην. Αὕτη δὲ τοῦ Θεοῦ φιλανθρωπία ἐστὶν, ὅτι ὧν ἐστι ποιητὴς, τούτων καὶ πατὴρ κατὰ χάριν ὕστερον γίνεται· γίνεται δὲ, ὅταν οἱ κτισθέντες ἄν θρωποι, ὡς εἶπεν ὁ Ἀπόστολος, λάβωσιν εἰς τὰς καρδίας ἑαυτῶν τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ κρᾶ ζον, Ἀββᾶ, ὁ Πατήρ. Οὗτοι δέ εἰσιν ὅσοι, δεξά μενοι τὸν Λόγον, ἔλαβον ἐξουσίαν παρ' αὐτοῦ τέκνα Θεοῦ γενέσθαι· ἄλλως γὰρ οὐκ ἂν γένοιντο υἱοὶ, ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀλη θινοῦ Υἱοῦ τὸ Πνεῦμα ὑποδέξονται. ∆ιὸ, ἵνα τοῦτο γένηται, ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα τὸν ἄνθρωπον δεκτικὸν θεότητος ποιήσῃ. Ταύτην τὴν διάνοιαν καὶ παρὰ Μαλαχίου τοῦ προφήτου μαθεῖν ἔξεστι λέ γοντος· Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; Οὐχὶ πάν των ὑμῶν εἷς πατήρ; Καὶ ἐνταῦθα γὰρ πάλιν πρῶ τον τὸ, ἔκτισε, καὶ δεύτερον τὸ, πατὴρ, ἔθηκεν, ἵνα δείξῃ καὶ αὐτὸς, ὅτι ἐξ ἀρχῆς μὲν κατὰ φύσιν ἐσμὲν κτίσματα, καὶ κτίστης ἡμῶν ἐστιν ὁ Θεὸς διὰ τοῦ Λόγου, ὕστερον δὲ υἱοποιούμεθα, καὶ λοιπὸν ὁ κτίστης Θεὸς γίνεται καὶ πατὴρ ἡμῶν. Οὐκοῦν τὸ, Πατὴρ, τοῦ Υἱοῦ ἐστιν ἴδιον, καὶ οὐ τὸ κτίσμα ἀλλὰ τὸ, Υἱὸς, τοῦ Πατρός ἐστιν ἴδιον. Ὥστε καὶ ἐκ τούτου δείκνυσθαι μὴ εἶναι ἡμᾶς φύσει υἱοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν Υἱόν· καὶ μὴ εἶναι πάλιν ἡμῶν φύ σει πατέρα τὸν Θεὸν, ἀλλὰ τοῦ ἐν ἡμῖν Λόγου, ἐν ᾧ καὶ δι' ὃν κράζομεν, Ἀββᾶ, ὁ Πατήρ. Ὥσπερ δὲ τοῦτο, οὕτως ὁ Πατὴρ ἐν οἷς ἐὰν βλέπῃ τὸν ἑαυτοῦ Υἱὸν, τού τους καὶ αὐτὸς υἱοὺς καλεῖ, καὶ λέγει, ἐγέννησα· ἐπει δήπερ τὸ μὲν,
73