1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

52

πίστεως βίον ἔχοντα ὀρθόν. Ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς δὲ ταύτης ἀμφιβάλλῃ, καὶ ὑβρίζῃ τὴν διδασκαλίαν· εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα. Ὥστε κἂν μυρία ἔτη ἐν τῇ πίστει ἔχωμεν, καὶ μὴ βέβαιοι ὦμεν ἐν αὐτῇ, νήπιοί ἐσμεν, ὅταν βίον αὐτῇ μὴ συμβαίνοντα ἐπιδεικνυώμεθα, ὅταν ἔτι θεμέλιον καταβαλλώμεθα. Τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο καλεῖ, ὡς παρασαλευθεῖσι, καὶ δεομένοις θεμέλιον καταβάλλειν μετανοίας ἀπὸ νεκρῶν ἔργων. Τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον, καὶ τὸ μὲν ἀφιέντα, τοῦτο δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ' ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, 63.78 πῶς τοῦ δευτέρου ἅψεται; Τί οὖν, φησὶ, περὶ τοῦ νόμου; Κατέγνωμεν αὐτοῦ, καὶ πάλιν ἐπ' αὐτὸν ἀνατρέχομεν. Τοῦτο οὐκ ἔστι μετάθεσις· καὶ γὰρ ἐνταῦθα ἔχομεν νόμον. Νόμον οὖν, φησὶ, καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Ἐγὼ δὲ περὶ πονηρῶν εἶπον πραγμάτων. Ὁ γὰρ μέλλων ἐπ' ἀρετὴν μετιέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε αὐτὴν μετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι. ∆ιὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν', ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι' ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Χριστοῦ γένηται χάριτος. Οὔτε οὖν μετάνοια ἀρκεῖ πρὸς τὸν καθαρισμὸν, ἀλλὰ δεῖ τὸ βάπτισμα παραλαβεῖν. Ἐπὶ γοῦν τὸ βάπτισμα ἔρχεσθαι δεῖ, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῷ, καὶ καταψηφισάμενον. Τί δέ ἐστι, Βαπτισμῶν διδαχῆς; Οὐχ ὡς πολλῶν ὄντων τῶν βαπτισμῶν, ἀλλ' ἑνός. Τί οὖν αὐτὸ πληθυντικῶς εἶπε; ∆ιὰ τὸ εἰπεῖν, Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας. Εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτισε, καὶ ἄνωθεν κατήχησε, καὶ πάλιν ἐξ ἀρχῆς βαπτισθέντες ἐδιδάσκοντο τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν. Καὶ ἐπιθέσεως χειρῶν. Οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον. Ἐπιθέντος γὰρ αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, φησὶν, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον. Ἀναστάσεώς τε νεκρῶν. Τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται. Καὶ κρίματος αἰωνίου. ∆ιὰ τί δὲ ταῦτά φησιν; Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἢ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἢ κακῶς βιοῦν καὶ ῥᾳθύμως. Λέγει οὖν· Νήψατε. Ἀπάγων οὖν αὐτοὺς τῆς τοιαύτης ῥᾳθυμίας, καὶ προσεκτικωτέρους ποιῶν, τοῦτον τὸν λόγον κινεῖ. Οὐκ ἔνι γὰρ εἰπεῖν, ὅτι Ἂν νῦν ῥᾳθύμως ζήσωμεν, πάλιν βαπτισθησόμεθα, πάλιν κατηχηθησόμεθα, καὶ πάλιν ληψόμεθα τὸ Πνεῦμα· ἢ, ὅτι Ἂν νῦν τῆς πίστεως ἐκπέσωμεν, πάλιν δυνησόμεθα βαπτιζόμενοι τὰ ἁμαρτήματα ἀπολούσασθαι, καὶ τῶν αὐτῶν τυχεῖν ὧνπερ καὶ πρότερον. Σφάλλεσθε, φησὶ, ταῦτα νομίζοντες. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Καὶ ὅρα πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται· Ἀδύνατον, φησί· τουτέστι, Μηκέτι προσδόκα τὸ μὴ δυνατόν. Οὐ γὰρ εἶπεν, Οὐ πρέπει, οὐδὲ συμφέρει, οὐδὲ ἔξεστιν, ἀλλ', Ἀδύνατον· ὥστε εἰς ἀπόγνωσιν ἐμβαλεῖν, εἰ ὅλως ἐφωτίσθητε ἅπαξ. γʹ. Εἶτα ἐπάγει, Γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου· τουτέστι, τῆς ἀφέσεως. Καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα. Τὴν διδασκαλίαν ἐνταῦθα λέγει. ∆υνάμεις τε μέλλοντος αἰῶνος. Τίνας λέγεις δυνάμεις; Ἢ τὸ θαύματα ἐπιτελεῖν, ἢ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν 63.79 Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν· τουτέστι, διὰ μετανοίας· τί οὖν; ἐκβέβληται ἡ μετάνοια; Οὐχ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ' ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισμός. Οὐ γὰρ εἶπεν, Ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν· ἀλλ' εἰπὼν, Ἀδύνατον ἐπήγαγεν, Ἀνασταυροῦντας. Ἀνακαινισθῆναι· τουτέστι,