1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

109

εἶπεν ἀκούοντος οὐδενὸς, καὶ κατεκρίθη. Εἰ τὸ ἀληθὲς εἰρηκὼς κατεκρίθη, καὶ μηδενὸς ἀκούοντος εἰπών· οἱ τὰ ψευδῆ, καὶ ὑπὲρ ὧν οὐκ εἰσὶ πεπεισμένοι ταῦτα διαπορθμεύοντες πανταχοῦ, καθάπερ γυναῖκες φλύαροι, τί οὐ πείσονται δεινόν; τί δὲ οὐχ ὑπομενοῦσι; Θῶμεν λοιπὸν τῷ στόματι θύραν καὶ μοχλόν· μυρία γὰρ ἀπὸ φλυαρίας γέγονε κακά· οἰκίαι 63.154 ἀνετράπησαν, φιλίαι διεσπάσθησαν, ἕτερα μυρία χαλεπὰ γέγονε. Μὴ περιεργάζου τὰ τοῦ πλησίον, ἄνθρωπε. Ἀλλὰ λάλος εἶ, καὶ ἐλάττωμα ἔχεις; λάλει τὰ σὰ πρὸς τὸν Θεόν· οὕτως οὐκέτι ἔσται τὸ ἐλάττωμα, ἀλλὰ πλεονέκτημα· λάλει τὰ σὰ πρὸς τοὺς φίλους τοὺς πάνυ φίλους καὶ δικαίους, καὶ οἷς θαῤῥεῖς, ὥστε εὔξασθαι ὑπὲρ τῶν σῶν ἁμαρτημάτων. Ἂν τὰ ἑτέρων εἴπῃς, οὐδὲν ὠφελήθης, οὐδὲν ἐκέρδανας ἀλλὰ καὶ ἀπώλου· ἂν τὰ σαυτοῦ ἐξαγορεύσῃς τῷ ∆εσπότῃ, πολὺν ἔχεις τὸν μισθόν· Εἶπα γὰρ, φησὶν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Θέλεις κρίνειν; τὰ σαυτοῦ κρίνε· οὐδείς σοι ἐγκαλεῖ, ἐὰν καταδικάσῃς σαυτόν· ἐγκαλεῖ δὲ, ἐὰν μὴ καταδικάσῃς σαυτόν· ἐγκαλεῖ, ἐὰν μὴ ἐλέγξῃς σαυτόν· ἐγκαλεῖ ἂν οὐκ ἀλγήσῃς. Εἶδες τὸν δεῖνα ὀργιζόμενον, παροξυνόμενον, ἢ ἄλλο τι ἄτοπον ποιοῦντα; ἐννόησον εὐθέως καὶ σὺ τὰ σαυτοῦ, καὶ οὕτως οὐδὲ ἐκεῖνον καταδικάσεις σφοδρῶς, καὶ σαυτὸν ἐλευθερώσεις τοῦ φορτίου τῶν ἡμαρτημένων. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἂν οὕτω πραγματευώμεθα ἡμῶν τὴν ζωὴν, ἂν κατακρίνωμεν ἑαυτοὺς, οὐ πολλὰ ἁμαρτησόμεθα ἴσως, πολλὰ δὲ ἐργασόμεθα καλὰ, ἐπιεικεῖς ὄντες καὶ μέτριοι, καὶ πάντων ἀπολαύσομεν τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΒʹ. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι τοῦ Θεοῦ, εἰς τὸ μὴ ἐκ

φαινομένων τὰ βλεπό μενα γεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐμαρτυ ρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώ ροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθα νὼν ἔτι λαλεῖται. αʹ. Τὸ τῆς πίστεως γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν τῶν ἀνθρωπίνων παρερχομένης. Οὐ γὰρ ἔστιν ἑτέρως γενέσθαι πιστὸν, ἂν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς. Ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξατο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν καὶ τῶν θλίψεων, ὠλιγοψύχουν λοιπὸν καὶ ἐμικροψύχουν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν ἑαυτῶν παρεκάλεσεν, εἰπὼν, Ἀναμνήσθητε τὰς πρότερον ἡμέρας· ἔπειτα· ἀπὸ τῆς Γραφῆς τῆς λεγούσης, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· ἔπειτα ἀπὸ τῶν λογισμῶν, εἰπὼν, Ἔστι δὲ πίστις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων, τῶν μεγάλων ἀνδρῶν, τῶν θαυμαστῶν ἐκείνων, μονονουχὶ λέγων· Εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ, πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον ἡμεῖς. Ὅταν γὰρ εὕρῃ τῶν αὐτῶν κοινωνὸν ἡ ψυχὴ, ἀναπαύεται καὶ ἀναπνεῖ. Τοῦτο καὶ ἐπὶ τῆς πίστεως, τοῦτο καὶ ἐπὶ 63.154 θλίψεως ἔστιν ἰδεῖν συμβαῖνον· καθὼς ἀλλαχοῦ φησιν· Εἰς τὸ συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Σφόδρα γὰρ ἄπιστον τὸ γένος τὸ ἀνθρώπινον, καὶ ἑαυτῷ οὐ δύναται θαῤῥεῖν, καὶ δέδοικεν ὑπὲρ ὧν ἂν κρίνῃ· ὅτι ἔχει, καὶ πολλὴν ἔχει τῆς τῶν πολλῶν δόξης φροντίδα. Τί οὖν ὁ Παῦλος ποιεῖ; Ἀπὸ τῶν προτέρων αὐτοὺς παρακαλεῖ, καὶ πρὸ τούτων, ἀπὸ τῆς κοινῆς ἐννοίας. Ἐπειδὴ γὰρ ἡ πίστις τότε διεβάλλετο ὡς ἀναπόδεικτον πρᾶγμα, καὶ ἀπάτης μᾶλλον ὂν, διὰ τοῦτο δείκνυσιν,