10
ἀσέβεια. Ἐπεὶ οὖν τὰ ὑπὸ τὸ στερέωμα λογικα`̣ ἦσ[αν] ἐνεχόμενα κακίᾳ καὶ ῥοπῇ τῇ πρὸς τὸ κακόν, ἄτακτος δέ [ἐστιν] καὶ συγκεχυμένη ἡ κακία, οὐχ οἷόν τέ ἐστιν ἅπαντα [ἐν] μιᾷ γνώμῃ εἶναι ἢ προαιρέσει. Ὡς γὰρ οἱ διαψηφίζον[τες], ὁ´̣[τε] μὲν ἀληθεύουσιν, ἐν μιᾷ ψήφῳ τὰ τῆς ἀληθείας προφέρουσ[ιν], τῶν διασφαλλομένων ἢ ἐπὶ τὸ ἔλαττον ἢ ἐπὶ τὸ πλέον, [··· ···]ων καὶ τούτων διαφόρως, οὕτω καὶ ἐπὶ τῆς κακίας ἁπᾶ[ς ὁ ἀπὸ] τ̣οῦ ἀληθοῦς ἀποσφαλεὶς εἰς διάφορα εἴδη ἕλκεται κ[ακίας. Κ]αὶ ἐπὶ τῶν ὁδευόντων, αἱ μὲν ἀνοδίαι παμπληθει῀̣[ς], μ[ία δὲ] ἡ εὐθεῖα. Ἐσκεδασμένα οὖν ἦν τὰ ὕδατα, ἅπερ ὑπεθέμεθα εἶναι τὰ λογικὰ γνώμαις διαφόροις καὶ ἤθεσιν ἐνεχ[όμ]ενα. Ταῦτα οὖν βούλεται ἓν γενέσθαι ὁ ὠφελεῖν αὐ[τ]ὰ κα[τ]α- ξιῶν, ἐπεὶ καὶ δημιουργὸς αὐτῶν ὑπάρχει. Προείρηται [γ]ὰρ ὅτ[ι] τῆς οὐσίας αὐτῶν ποιητής ἐστιν, τῆς δὲ κατὰ τὴν [γ]νώμ[ην] ποικιλίας ἕκαστος ἑαυτῷ. Προστάττει οὖν αὐτὸς ὁ Θεὸς [εἰ]ς μίαν συναγωγὴν ταῦτα συναχθῆναι, ἵνα γένωνται ὕδωρ τοιοῦτο, οἷόν ἐστιν τὸ ὑπεράνω τῶν οὐρανῶν, ἓν δὲ οὐ τῷ ἀριθμῷ ἀλλὰ τῇ συμφωνίᾳ. Αὐτίκα γοῦν καὶ μία ψυχὴ καὶ καρδία τῶν πιστευόντων πάντων γινομένη οὐ τῷ ἀριθμῷ ἀλλὰ τῇ συμφωνίᾳ καὶ τῷ τοῦ αὐτοῦ σκοποῦ καὶ ἑνὸς τέλους ὀρέγεσθαι ἓν γίνεται. Προστάττει οὖν ὁ τῶν ὅλων Θεὸς εἰς συμφωνίαν τὰ διῃρημένα ἀχθῆναι· αὕτη γὰρ ἡ πρόθεσις τοῦ εὐεργέτου Θεοῦ. Ἐπειδὴ συγκεχυμένα ἦσαν καὶ ἀνωμάλως κατὰ γνώμην κινούμενα, πρότερον εἰς συναγωγὰς συνάγονται. Καὶ οὐκ ἐναντίωμά ἐστιν τῷ προσταττομένῳ τὸ εἰπεῖν ὅτι εἰς συναγωγὰς αὐτῶν συνήχθη, τοῦ Θεοῦ εἰπόντος· "6Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν"6· τοῖς γὰρ 29 οὔπω ἐπὶ τὸ τέρμα τῆς ἄκρας ἀρετῆς ἐλθοῦσιν πρέπουσα ἡ πρὸ ταύτης ἐν προκοπῇ [συναγω]γή. Καὶ ὥσπερ εἴ τις παῖδα ἑαυτο[ῦ] βουλόμενος τὰ τέλεια παι[δε]ύε̣ι̣ν̣ μαθή- ματα ἐγχειρίσοι αὐτὸν διδασκάλῳ, εἰ [ὁ ··· ····]αμενος τοὺς χαρακτῆρας ταῦτα ποιῶν πρῶτον αὐτῷ ὑποθοῖτο, εἶτα συλ[λαβάς, οὐκ] ἐναντίως τῷ ἐγχειρίσαντι διαπράτ- τοιτο· οὕτω γὰρ καὶ ἀπὸ τούτων ἐπὶ τὰ τέλεια ἥξοι. Καὶ πάλιν εἴ τις βασιλε[ὺς τοῖς] ὑφ' ἑαυτὸν προστάττοι πόλιν οἰκοδομῆσαι, εἶθ' οὕτω[ς ἐντε]ίλας εὐτρεπίζοι δι' ὧν ἡ τῆς πόλεως κατασκευὴ γένοιτο, [οὐχ ἕ]τερόν τι παρὰ τὸ πρόσταγμα ποιεῖ· ἐκ γὰρ τούτων καὶ διὰ τ[ούτω]ν ἡ [ο]ἰκοδομὴ πληρωθήσεται. Οὕτω καὶ τὰ λογικὰ ἐν κακίᾳ [ὄ]ντα ο[ὐ]κ ἐδύναντο εἰς τὸ τέλος τὸ ἔσχατον ὀρεκτὸν ἐλθεῖν, [ε]ἰ μὴ πρ[οκοπ]αὶ δ̣ι̣άφοροι γένωνται, αἵτινες τὰ συστέματα τῶν ὑδάτ[ων εἰσί]ν̣· ἡ γὰρ μετὰ τὴν προκοπὴν τελείωσις εἰς μίαν συναγωγ[ὴ]ν ἐλθεῖν αὐτὰ προστάττει. Οὐ μάχεται οὖν τῇ προστάξει τ[ὸ γ]ενόμενον, ἀλλά, ὡς ἔστι̣ν ἐπὶ τὸ τέλειον τῆς προστάξεως ἄ[γο]υσα ἥδε πρόσταξις, οἰκονομία τίς ἐστιν προδιατυποῦσα τὰ λογικὰ ἐν οἷς ἐδυνήθησαν, ἵν' οὕτως καὶ τοῦ τέλους ἐφίκωνται. ι, 9. Καὶ ἐγένετο οὕτως καὶ συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς αὐτῶν. Ἡ μὲν τοῦ Θεοῦ πρόθεσις εἰς ἓν συναγαγεῖν τὰ διεσκορπισμένα-τοῦτο γάρ φησιν-, αὐτοὶ δὲ τέως τοῦ τέλους ἀπολειπόμενοι εἰς τὰς ἑαυτῶν συναγωγὰς συνηνέχθησαν, αἵ εἰσιν προκοπαί. ι, 10. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν, καὶ τὰ συστέ- ματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. Ὥσπερ ἐλέγομεν ὅτι ἡ ἐν ἀρχῇ μετὰ οὐρανοῦ γενομένη γῆ αὐτὸ τοῦτο εἶχεν ὄνομα καὶ ὁ οὐρανὸς αὐτὸ τοῦτο, τὸ 30 δὲ μετὰ τὸν ἐν̣ α᾿̣[ρχῇ οὐρανὸν] κ̣αὶ τὴν γῆν γενόμενον στερέωμα μέν ἐστιν κυρίως, [ἐπίκλην] δ̣ὲ οὐρανός, οὕτω καὶ ἡ μετὰ τοῦ ἐν ἀρχῇ γενομένου̣ [οὐρανοῦ γῆ] α̣υ᾿̣τὸ τοῦτο καλεῖται, περὶ δὲ ἧς νῦν λέγεται, αὕ[τη ξηρὰ ὀν]όματι προσαγορεύεται, ἐπίκλην δὲ γῆ· "6Ἐκάλεσ[εν ὁ Θεὸς τὴν ξ]η̣ρα`̣ν̣ γῆν"6, ὡς εἴρηται· "6Ἐκάλεσεν τὸ στερέωμα ο̣ὐρ̣α̣ν̣ο´̣ν."6 Π[ρὸς δὲ τ]ὴν̣ ἀλληγορίαν καλεῖ ὁ Θεὸς τὴν ξηρὰν γῆν οὐκ ὀ´̣ν̣ο̣μα κ[αινὸν αὐτ]ῇ χαριζόμενος, ἀλλ' ἐπεὶ προσέταξεν ὅπως̣ τ̣α`̣ ἐπι[κείμε]να ὕδατα, ἅπερ συγγενῆ τῇ ἀβύσσῳ ἦσαν, χωρισ̣θ̣ῇ, κ̣α̣λ[εῖ αὐ]τὴν ξηράν-εἴρηται γάρ· "6Καὶ ὀφθήτω ἡ ξηρά"6-, ἵνα η῾̣ α̣υ᾿̣[τὴ] κ̣[ατὰ τ]ο`̣ ἑαυτῆς ὑποκείμενον ἡ ψυχὴ διαμείνασα, τῶν ὑδα´̣[τ]ων δ[··] ···α̣ν- των, γῆ