1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

31

ἡμέρα̣ γεγενημένων διηγ̣ο̣υ´̣[μ]ε̣νοι τὸ "6Ἔστωσαν εἰς σημεῖα <καὶ εἰς> καιροὺς καὶ μῆνας καὶ ἐνι[αυ]τοὺς"6 ἀπεδείξαμεν, παρατιθέμενοι ὡς οὐ κατηνα´̣γ̣[κα]σται ἐκ 75 τῶν ἀστέρων ὁ βίος ὁ ἀνθρώπινος. [Οὐ] γὰρ οἱ ἐν πολέμῳ καὶ τοῖς καθολικοῖς συμπτώμασι̣ν̣ ἀπαλλαττόμενοι τοῦ βίου ὑπὸ ἕνα σχηματισμό[ν ε]ἰσιν. Ἔτι δὲ μᾶλλον [ὁ] τῆς εἱμαρμένης ἀ[νατ]ρ̣έπεται λόγος ἐκ τῶν νό[μ]ων· πάντες Ἰο[υδαῖοι] ὀγδόῃ ἡμέρᾳ ἔχοντες [ἀ]πὸ γενέσεως π[εριτέμ]νονται καὶ πεῖραν σιδήρου ἐξ ἔτι σπαργάνων δ[έχοντ]αι, καὶ οὐ δήπου τις εἰπεῖν ἔχοι ὡς ἅμα πάντες [ὑπὸ μ]ίαν ὥραν ἀποτίκτονται, πανταχόσε σχεδὸν ἐπ̣[ὶ γῆς] κ̣αὶ καθ' ἡμέραν Ἰουδαίων γεννωμένων· ἀλλὰ [καί τινα]ς̣ Αἰθιόπων τὰς κόγχας τῶν γονάτων ἅμα γενέσ̣θ[αι περιαιρεῖ]σθαί φασιν, καὶ οὐδ' οὗτοι ἅμα τὴν γένεσιν ἔχ[ουσιν]· καὶ ἁπαξαπλῶς τὰ διάφορα ἔθη καὶ νόμιμα κα[τὰ τὰ ἔθ]νη ἀναιρεῖ τὴν εἱμαρμένην. Εἰ δὲ τοῦτο καθ' εἱμ[αρμέ]ν̣ην οὐ χωρεῖ, πολλῷ πλέον οὐδὲ τὰ προαιρετικά. Εἰ γα`̣ρ̣ ἡ μὲν εἱμαρμένη ἐξ ἀνάγκης ἐπάγει τὰ συμβαίνον̣τ̣α, ἡ δὲ προαίρεσις περὶ τὰ ἐνδεχόμενα ἔχει, οὐκ ἔ[σ]ται περὶ ταῦτα εἱμαρμένη. Ἀρετὴ γὰρ καὶ κακία τὸν ἔχον[τα] η῾̣ μ̣ε`̣ν̣ ὠφέλησεν, ἡ δὲ ἔβλαψεν, ἕκαστος δὲ τῶν δρώντ[ω]ν ᾒ κ̣ο̣λάζεται ἐκ τῶν ἐπιτηδευ- μάτων τῶν φαύλων, ἢ [ἐπ]αιν̣εῖται κατορθῶν· τὰ δὲ ἐξ ἀνάγκης συμβαίνοντα [···]····αι· τὸν ἐξ ἀνάγκης τι ἐνεργοῦντα οὐδεὶς οὔτ' ἀπ[οδέ]χ̣ε̣τ̣αι, οὔτε μέμφεται. Ἄλλως τε, εἰ οἱ νόμοι ἐξ εἱμαρμ̣[έ]ν̣η̣ς̣ καὶ οἱ τούτοις μὴ πειθόμενοι ἐξ εἱμαρμένης, ἑαυ[τήν], ω῾̣ς̣ ἔοικεν, ἀναιρεῖ καὶ ἀνατρέπει. Σημαντικοὶ οὖν εἰσ̣ι̣[ν ο]ι῾̣ α᾿̣σ̣τ̣έρες, οὐ ποιητικοί, σημαί- 76 νοντες ἢ ἐφ[η]μερίας ἢ λοιμικὰ καταστήματα ἢ ἕτερόν τι ὃ τῷ προνοουμένῳ δοκεῖ, καὶ ταῦτα μὲν περὶ τούτου· ἐπανέλθωμεν δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς προκείμενον· "6Κα̣ι`̣ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησεν"6, ὅπερ ἐμφαίνει ὡς περὶ μόνων ὧν πεποίηκ[εν] εἶναι τὴν συμπλήρωσ[ιν. Εἰ]σὶν γὰρ ἔργα καὶ ἃ μηδέπω γ[έγο]ν[ε]ν, προαναπεφώνη[το δ]ὲ ὡς ἐσόμενα, οἷον ἡ ἀνά[στασις] τῶν <νεκρῶν> καὶ ὅλως τ[ὰ κατὰ] πρόνοιαν ἔσεσθαι μέλλοντ[α, ἅπερ. τ]ῇ οἰκείᾳ. ἀκολουθίᾳ [πα]ρὰ Θεοῦ γίνεται. Καλῶς οὖν ἡ [προσθή]κη "6ὧν ἐποίησεν ἔργων"6 πρόσκειται. ∆εῖ δὲ κα[ὶ τοῦτο] θ̣εωρεῖν, ὅτι οὐκ ἐνεργήσας τι τῇ ἑβδόμῃ "6κατέπαυσεν"6 ὁ [Θεός, -ἤ]δη γὰρ ἅπαντα συντετέλεστο, -"6εὐλόγησεν"6 δὲ μ[όνην "6τ]ὴν ἡμέραν τὴν ἑβδόμη[ν] καὶ ἡγίασεν αὐτήν"6, καὶ τ[ούτοις δὲ] ε᾿̣πάγει τὸ λόγιον φάσκ[ον]· "6Ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ [πάντ]ων τῶν ἔργων αὐτοῦ, ὧ[ν ἤρ]ξατο ὁ Θεὸς ποιῆσαι."6 "6Ὧν ἤρξατο"6· [οὐ γὰ]ρ πάντων τῶν ἔργων ἀρχ[ὴ] γέγονεν ἔν τινι τῶν ἓξ ἡμερῶ[ν· ἄ]γγελοι καὶ ἀρχάγγελοι [καὶ] πᾶσα ἡ νοερὰ οὐσία οὔτε ἀρχὴν ἐδέξατο. Καὶ ὅτι τοῦτο οὕτ[ως] ἔχει, ὁ Θεὸς αὐτὸς ἐν τῷ Ἰὼβ λέγει· "6Ὅτε ἐγενήθησαν ἄστρα, ᾔ[νε]σάν με φωνῇ μεγάλῃ πάντες οἱ ἄγ[γ]ελοί μου. 81 "6λοιπὸν γεγενημένης. ∆ιὰ τοῦτο τὸ λόγιον προασφαλί- ζεται λέγον· "6Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς."6 Αὕτη γὰρ ἡ πρόφασις αἰτία πολλῶν γίνεται κακῶν, ἔτι μείζονα ὑποβαλ[ό]ντος τοῦ διαβόλου, ὅπερ καὶ νῦ[ν] ἐνεργεῖ φθονερὸν εἰσάγω[ν] τὸν Θεόν, ὡς οὐχ ἕνεκα τοῦ μὴ βλ[αφθ]ῆναι ἐντειλαμένου τοῦ [Θεοῦ] μὴ μεταλαμβάνειν μόνου το[ῦ] γνωστοῦ καλοῦ καὶ πονηρ[οῦ], ἀλλὰ καὶ πρὸς τὸ μὴ γενέσθαι αὐτ[οὺ]ς θεούς, ὡς δὴ διορατικῶν α[ὐτ]ῶν μελλόντων γενέσθαι. Ἀμέλει γοῦν ἐκ ταύτης τῆς παρεκ[δο]χῆς ὅλη αἵρεσις συνέστη ἡ καλουμέν̣η ὀφιανή, ἥτις σεμνύνε[ι τὸ]ν ὄφιν μεγάλα περὶ αὐτοῦ, ὡς οἴεται, λέγουσα· ἐν̣ οἷς φησ[ιν, αὐ]τοῦ Θεοῦ θέλοντος ὡς ἐν κακοπραγίᾳ εἶναι τὸν ἄνθρωπον, κακοπ[ραγία]ν λέγοντες εἶναι τὸ μὴ γιγνώσκει[ν] καλὸν καὶ πονηρόν, οὕτω[ς δὲ το]ῦτο λέγουσι πανούργως· αὐτός, φησίν, ἐποίησεν ἐν καλοῖς [τὸν ἄ]νθρωπον· καὶ ἄλλα δὲ μυθολογοῦσι περὶ τοῦ ὄφεως κακολογοῦντ[ε]ς ὃν ἀνέπλασαν ἑαυτοῖς θεόν. Ὁμῶς ὄφις δὲ καλῶς π̣οιεῖται τὴ[ν] ἀπάτην, τὴν ἐντρέχειαν μόνον ἀναπείθων αὐτοὺς ἔχειν οὐκ ἐπ' ἀγαθῷ, οὐδ' ὥσπερ ὁ ἀπόστολος