1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

49

ἀνθρώπων γενέ[σ]εως ἐξαριθμηθῶσιν, σῳζόντων ἡμῶν τὰ προειρημέ[ν]α [π]ερὶ τοῦ χοῦ, ὡς τῆς σωμα- τικῆς οὐσίας δηλουμένης, κα[ταλ]λήλου δηλαδὴ τῆς ἐν παραδείσῳ διατριβῆς ὄντος το[ῦ σ]ώματος. "6Συλλαβοῦσα"6 δὲ εἴρηται ἐνταῦθα καὶ δῆλον [ὡς ἐ]κ σπερμάτων οὗτοι· ἀκολούθως δέ, ἅτε μὴ πάντη ἐ[ξῃρ]ημένη τὸν περὶ προνοίας λόγον, εἶπεν· "6Ἐκτη- σάμην ἄνθρωπ[ον] διὰ το[ῦ Θεοῦ]"6· εἰ γὰρ ὑπηρέτησαν ὡς γονεῖς τῇ ἀποτέξ[ει], ἀλλ' ἀγω[γῇ] Θεοῦ τὸ πᾶν ἤρτυται. Τὸ δὲ "6διὰ τοῦ Θεοῦ"6 ἁπλούστ[ερο]ν ἐκλαβεῖν δεῖ ἀντὶ τοῦ "3παρὰ τοῦ Θεοῦ"3· οὕτως γὰρ καὶ ὁ Ἰωσ[ὴφ] εἶπεν· "6Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν;"6 ἀντ[ὶ το]ῦ "3παρὰ Θεοῦ"3. "6Καὶ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν τοῦ Κ[άι]ν τὸν Ἄβελ"6. Ὁ Φίλων μὲν οὖν βούλεται διδύμους αὐτοὺς εἶν[αι] ἀπὸ μιᾶς συλλήμψεως· διό, φησίν, πρόσκειται τῷ ἔτεκεν τ[ὸν] Κάιν τὸ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἀβέλ. Π[ό]τερον ὑγιῶς ἔχει ἢ οὔ, ἐπιστήσας δοκιμάσεις, δυνατοῦ ὄντ[ο]ς καὶ χωρὶς αὐτοὺς ἐν διαφό- ροις χρόνοις γεγεννῆσθαι· καὶ γ[άρ], εἴ τῳ φίλον προσέσθαι 119 τὴν βίβλον τῆς διαθήκης εὑρήσει ἐν αὐτῇ καὶ πόσον θάτερ[ο]ς θατέρου τῷ χρόνῳ προσείληφεν. Ὅσα μὲν οὖν Φίλων εἰς τοῦτο ἀλληγορῶν εἶπεν, ὁ φιλόκαλος εἴσεται, λεκτέον δ' ὅμως εἰς τοῦτο τὰ κατὰ δύναμιν. Ἡ ψυχὴ τοίνυν, ὅτε μὲν παροράματι καὶ σφάλματι ὑποπίπτει, ἀπογεννᾷ φαῦλα γεννήματα, ἐὰν δὲ νήματα, ἐὰν δὲ ἀνανήψας ὁ νοῦς ἐπιστροφήν τινα σχῇ, τότε δῆτα ἄρχεται ἐκεῖνα μὲν ἀπωθεῖσθαι, τίκτε̣ι̣ν δὲ εἰσαγωγὴν ἀρετῆς, ὅπερ ἐστὶν ἀποδεκτόν· κατ' ὀλίγον [δὴ] προκοπῇ αὐξομένη ἐπὶ τὸ τέλειον ἥξει ποτέ, τὸ ἀνάπαλιν δὲ ἄπευκτον, ἀρετῆς προκαταρξαμένης, κακίαν προσθεῖναι τ[ο]ῦ ἀστείου λογισμοῦ παρατραπέντος. Εὖ δὲ καὶ τὸ τὰ ἐπιτηδε[ύμα]τα αὐτῶν ἀναγεγρᾶφθαι· "6<Ὁ> μὲν"6 γὰρ "6Ἄβελ"6 φησὶν "6ἐγένετο πο[ι]μὴν προβάτων, Κάιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν"6, ὅπερ ὡς πρὸς τὴν ἱστορίαν ἔχοι παρατήρησιν οὐκ εὐκαταφρόνητον, καὶ τ[ὴ]ν̣ τάξιν ἡμῶν ἐπιτηρούντων. Ἐν μὲν γὰρ τῇ γενέσει τὸν Κάιν [προ]έταξεν, τοῦ χρόνου τοῦτ' ἀναγκά- ζοντος, ἐν δὲ τοῖς ἐπιτη[δεύ]μασιν προτάττει τὸν δίκαιον. Ἀστεῖα γὰρ καὶ τιμιώτερα τ[ὰ το]ῦ Ἄβελ, ὧν ἐσπούδαζεν Κάιν· τὰ μὲν γὰρ ἔμψυχα τῶν ἀψ[ύχων] τῷ τῆς φύσεως λόγῳ διαφέρει. Καὶ ταύτῃ κ[αλῶς] ὁ Φίλω[ν] τοὺς ἀρχῆς μέλλοντας ἐπιλαμβάνεσθαι τῆς τε [ἑτ]έρων κ[αὶ] τῆς ἑαυτοῦ ἐν τῇ ποιμενικῇ προπαιδεύεσθαι ἔφη. Κάιν δ[ὲ ο]ὐκ ἐρρέθη γεωργός, ἀλλ' ἐργαζόμενος τὴν γῆν· οὐ γὰρ ἦν ἀ[στε]ῖος κατὰ τὸν Νῶε, ὅστις γεωργός, οὐκ ἐργάτης, εἴρηται. Πρὸς δὲ ἀ[λλ]η̣γορίαν ποιμήν ἐστιν ὁ Ἅβελ ζῴων, ὅ ἐστιν τῶν αἰσθήσ[εω]ν, ὑπὸ ἐπιστήμην ἄγων ταῦτας ὡς νομεὺς ἄριστος, τῷ τ[ε θ]υμικῷ καὶ ἐπιθυμητικῷ ἡνίοχον καὶ ταξίαρχον τὸν λογισ[μὸ]ν ἐπιτιθείς. Ὁ δὲ Κάι̣ν περὶ τὴν γῆν καὶ τὰ γήϊνα εἰλ[υ]σ<πώ>μενος οὐ γεωργὸς εἴρηται-ἢ γὰρ ἂν καὶ περὶ αὐτὰ τάξιν [ἐ]ζήτει-, ἀλλ' ἐργαζόμενος τὴν γῆναὐτὸ μόνον, φιλοσώματός 120 [τι]ς ὤν, μηδένα λόγον ἢ τάξιν ἔχων, ὃς εἴποι ἂν προσφόρως ἑαυτῷ· "6Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθ[ν]ῄσ- κομεν"6, τοῦ σὺν ἐπιστήμῃ θείᾳ ταῦτα ποιοῦντος κατὰ τὸ λεχθὲν "6Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε"6 ἀλλ' οὐκ ἐργάτου γῆς τυγχάνοντος. Οὗτοι δέ, ὡς προείρηται, τρόποι ψυχῆς ἂν εἶεν διάφοροι κατὰ διαφόρους ἐνεργούμενοι χρόνους. ιῃ, 3-5. Καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν̣ Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, καὶ Ἄβελ [ἤν]εγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐ[π]ὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάιν καὶ ἐπὶ ταῖς θυ[σία]ις αὐτοῦ οὐ προσέσχεν· καὶ ἐλύπησεν τὸν Κάιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ. Σύντονον καὶ ἀνενδοίαστον εἶνα[ι] προσήκει τὸν ἐνάρετον, ὡς μὴ μόνον αὐτὸν ἑτοιμότ[ε]ρ̣ο̣ν εἶναι πρὸς τὴν τῆς ἀρετῆς ἐνέργειαν, ἀλλὰ καὶ, κω[λυό]ντων ἄλλων, ἐθέλειν αὐτῆς προκινδυνεύειν καθάπ[ερ] ἥ τε μακαρία Σουσάννα καὶ Ἰωσὴφ ὁ ἀνδρειότατος·