1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

88

δόλος οὐχ ὑπάρχει"6· ἀλλ' <οὐχ> οὗτοι περὶ ὧν εἴρηται· "6Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα"6. Ταῦτα μὲν περὶ τῆς διαφορᾶς σπέρματος καὶ τέκνου· ἐπανελθετέον δὲ ἐπὶ τὸ ἐκτεθὲν ῥητόν. Οἰκοδομεῖ τοίνυν Ἀβρὰμ θυσιαστήριον εὐχαριστητικῶς κινούμενος, πνευμα- τικῶς ἀναφέρων θυσίας, εἰ καὶ τὸ σύμβολον ἐποίει περὶ ὧν εἴρηται "6ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ"6 καὶ "6Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως"6 καὶ "6Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον"6. "6Ἀνάγκη δὲ τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς ταύταις ταῖς θ̣υσίαις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας."6 Τοιοῦτον οὖν θυσια- στήριον οἰκοδομεῖ ὁ προκόπτων καὶ ἀκολουθήσας τῷ καλέσαντι καὶ ἔξω τῆς γῆς καὶ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς γεγενημένος ὡς λοιπὸν ἀξιωθῆναι τοῦ ἰδεῖν Θεόν, αὐτοῦ καταξιώσαντος ὀφθῆναι τῷ ἁγίῳ. χιι, 8. Καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Β̣αιθήλ, καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ κατὰ θάλασσαν καὶ Ἀγγαὶ κατὰ νότον. Τὸ μὲν ῥητὸν τί δηλοῖ, οὐκ ἔστιν ἄδηλον· πρὸς̣ δ' ἀναγωγὴν σημαίνει ὡς ἐπὶ ὑψηλοτέραν προκοπὴν καὶ κα̣τ̣α´̣σ̣τ̣ασιν διέβη. ∆ηλοῦται διὰ τοῦ ὄρους, καὶ οὐχ 220 ἁπλῶς "6εἰς τὸ ὄρος"6, α᾿̣λ̣λὰ τὸ τοῦ οἴκου τοῦ Θεοῦ· τοῦτο γὰρ Βαιθὴλ ἑρμηνεύε[τ]αι, ὅπερ οὐ μόνον ἐστίν, ἀλλὰ καὶ σὺν ἄλλοις κατὰ τὸ ἐν Ἄισμασιν εἰρημένον· "6Ὅμοιός ἐστιν ἀδελφιδός μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ"6. Πολλὰ γὰρ ὄρη καὶ βουνοὶ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰσιν ὡς ἐκ τοῦ "6Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς"6· καὶ καθ' ἑκάστην προκοπὴν ἔστιν εἰς βουνὸν ἀνελθεῖν, καὶ ἐκ τοῦ βουνοῦ εἰς ὄρος, καὶ ἐκ ταπεινοτέρων ὀρῶν εἰς ὑψηλότερα· τοῦτο γὰρ ἔν τε ταῖς εἰσαγωγαῖς τῶν ἀρετῶν καὶ ἐν ταῖς ἀρεταῖς γνωρίζεται. Ἓν δέ ἐστιν τὸ ἐπὶ πᾶσιν ὄρος, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, περὶ οὗ λέγεται· "6Ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου"6, ὅπερ ἄλλο ἐστὶ παρὰ τὰ ἕτερα ὄρη, ὡς τὸν ἅγιον διδασκαλίας χάριν λέγειν, ἵνα μὴ ἀποσφάλωσίν τινες· "6Ἵνα τί ὑπολαμβάνετε, ὄρη τετ<υ>ρωμένα;"6 εἶτα παιδεύων τὸ ἐξοχώτατον ὄρος φησίν· "6Ὄρος τοῦ Θεοῦ ὅρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. Ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ;"6 ὅπερ σημαίνει τὸν ἐνανθρωπήσαντα Κύριον. Ἡ γὰρ ἐνσωμάτωσις δηλοῦται διὰ ταύτης τῆς λέξεως, καθὰ καὶ παρὰ τῷ Ἰώβ· "6Ἦ οὐχ ὥσπερ γάλα με ἤμελ-ξας, ἐτύρωσας δέ με ἴσα τυρῷ;"6 Μόνος γὰρ ὁ Σωτὴρ ἐκ παρθένου· διὸ λέγεται. Μὴ περὶ ἄλλων τοῦτο λέγεται; οὐδὲ γὰρ τοιαύτην ἔσχεν σύστασιν ἄλλος. ∆ιόπερ ὁ Ἰὼβ οὐκ εἶπεν "3ἐτυρώθην"3, ἀλλ' "6ἴσα τυρῷ ἐτύρωσάς με"6· ὃ γὰρ πεποίηκεν τὸ Πνεῦμα, τουτὸ ἡ καταβολὴ τῶν σπερμάτων ἐν τοῖς ἄλλοις ἐνεργεῖ, Θεοῦ κελεύσαντος. Τὸ δ' αὐτὸ καὶ "6πῖον"6 ὑπάρχει ἐκ τῆς παρουσίας τοῦ Πνεύματοσκαὶ τῆς τοῦ Ὑψίστου δυνάμεως. Καὶ τῷ κοινῷ μὲν λόγῳ πάντες καὶ αὐτὸς ὁ ναὸς τοῦ Σωτῆρος κατὰ δημιουργίαν ἐκ Θεοῦ τυγχάνουσιν, ἐξαίρετον δὲ ἐπὶ τοῦ Κυρίου· ὀργάνῳ γὰρ αὐτῷ πρὸς τὴν ἐνανθρώπησιν κέχρηται. Καὶ ὥσπερ πᾶσα μὲν ἡ γῆ τοῦ Θεοῦ ἐστιν κτίσμα, ἐξαίρετον δὲ εἶχεν ὁ ναὸς διὰ τὸ ἐκεῖθεν τὸν Θεὸν χρημα- 221 τίζειν, οὕτως καὶ ἐπὶ τῶν προειρημένων̣. [Ὅ]τι δέ, ἔνθα Θεὸς χρηματίζει, οἶκος αὐτοῦ ὁ τόπος ἐκεῖνος λέγετ[αι], μαρτυρεῖ Ἰακὼβ λέγων· "6Ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη πύλη το<ῦ> οὐρανοῦ"6. Οὐ δεῖ οὖν προσέχειν, εἰ λέγοιεν πολλοὶ ἑαυτοὺς χριστοὺς κατὰ τὸ εἰρημένον· "6Πολλοὶ ἐλεύσονται ἐν τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός"6. Ἓν γάρ ἐστιν ὄρος ἐν ᾧ "6εὐδόκησεν ὁ Θεὸς κατοικεῖν"6· ἡ γὰρ εὐδόκησις τῆς κατοικήσεως αὐτὸ καὶ οὐκ ἀνὴρ ἔπλασεν. Εἰς τοῦτο οὖν τὸ ὄρος τῇ διανοίᾳ προκόπτων καίει ὁ Ἀβράμ. Ἀμέλει γοῦν ἐλθὸν ἐμαρτύρησεν αὐτῷ λέγον· "6Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη"6, φωτισθεὶς τῷ ἀληθινῷ φωτὶ προξενηθέντι αὐτῷ ἐκ