1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

70

Θεὸς πρὸς Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν. Πολλὰ τῶν γεγραμμένων ὠφελιμωτέραν ἔχει τὴν ἱστορίαν τοῖς πολλοῖς. Οὗτοι γὰρ αἰσθήσει καὶ δόξῃ ζῶντες οὐκ ἐφικνοῦνται τῶν ἀληθῶς μεγάλων καὶ ἐπωφελῶν. Καὶ ἔστω ἐπὶ παραδείγματος τὸ λεγόμενον. Τυφλὸν ἀπὸ γενετῆς Ἰησοῦς ἰάσατο καὶ Λάζαρον τέσσαρας ἡμέρας ἐν τῷ μνημείῳ ἔχοντα ἐξήγαγεν προστάξει μόνῃ, καὶ πάλιν τὸν ἐν ˉλˉη ἔτεσιν ἐν πολλῇ παρέσει μένοντα ἤγειρεν. Ταῦτα δὲ πρὸς τῷ αἰσθητῶς πληροῦσθαι καὶ συμβολικὰ ἦσαν, τοῦ μὲν ἀπὸ γενετῆς τυφλοῦ δηλοῦντος ἀνάβλεψιν ψυχῆς μηδέποτε βλεψάσης διὰ τὸ ἐξ ἁπαλῶν ὀνύχων ἐν ἁμαρτίᾳ καὶ ἀγνοίᾳ ἀνατετρᾶφθαι, καὶ πάλιν ὁ ἤδη ὀδωδὼς καὶ ἀπεγνωσμένην ἔχων τὴν ἐλπίδα, ἐκπεσών τε τῆς μακαρίας ζωῆς, ἐπ' αὐτὴν διὰ Ἰησοῦ συμβολικῶς ἐλθὼν ἐδείκνυτο, καὶ ὁ παρέσει δὲ κατειλημμένος εἶτα σωθεὶς ἐμήνυεν ψυχῆς εἰς ἀναισθησίαν πεσούσης ἐπι- στροφήν. Θαυμασιώτερα δὲ ταῦτα καὶ μείζονα τῆς σωμάτων ἰάσεως, ὅσῳ καὶ ἡ ψυχῆς οὐσία τιμιωτέρα σώματος, ἀλλ' ὅπερ οἱ πολλοὶ ἀγνοοῦσιν. Ὁ οὖν τὰ παράδοξα οὕτως αὐτοῖς διηγούμενος ὠφελι- μώτερον ποιεῖ, καὶ ἐν τοῖς νῦν συνεκτεθεῖσιν τὰ τῆς 169 ἱστορίας πολλὴν καὶ εὐσυνοπτοτέραν τοῖς πολλοῖς ἔχει τὴν ὠφελίαν. Τί γάρ φησιν; "6Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐπὶ τῆς γῆς"6, λέγει δὲ καὶ ὁ Πέτρος μακροθυμίᾳ τοῦ Θεοῦ ἐπῆχθαι τὸν κατακλυσμόν, ἵνα μετάνοια δοθῇ. Προδεδήλωται γὰρ ὅτι ἐν ἑκατὸν ἔτεσιν ἐγίνετο τὸ τῆς κιβωτοῦ κατασκεύασμα, ἵνα ὁρῶντες οἱ ἄνθρωποι καὶ πυνθανόμενοι τὴν αἰτίαν λάβωσιν καιρὸν μετανοίας. Καιρὸν δὲ ἐνταῦθα οὐ δεῖ νομίζειν τὸν παρά τισιν ὡροσκόπον καλούμενον· οὐδὲ γὰρ εἱμαρμένη κρατεῖ τῶν πραγμάτων, ἀλλὰ ψήφῳ Θεοῦ πάντα γίνεται. ∆ιόπερ ἡγητέον τὸ "6Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐπὶ τῆς γῆς"6 σημαίνειν τὴν ὡσανεὶ συμπλήρωσιν τῶν ἡμαρτημένων ἀνθρώποις, καθ' ἣν ἡ τῆς ἐκδικίας ἐπαγωγὴ προσάγεσθαι ὀφείλει, καθὸ λέγεται· "6Οὔπω γὰρ ἀναπεπληρῶνται αἱ ἁμαρτίαι τῶν Ἀμαρραίων ἕως τοῦ νῦν"6 ἀντὶ τοῦ οὔπω τοσαῦτα ἥμαρτον ὡς ἀπογνωσθῆναι αὐτῶν τὴν μετάνοιαν. Καὶ γὰρ οὐκ ὀργὴν ἐπάγει ὁ Θεὸς καθ' ἑκάστην ἡμέραν, καίτοι ἁμαρτημάτων γινομένων, τοῦτο δὲ ποιεῖ τόπον μετανοίας παρέχων καὶ διδοὺς καιρὸν τοῦ καταγνῶναι ἑαυτῶν τοὺς ἁμαρτάνοντας· ὅταν δὲ οὕτω συνετελεσθῇ τὰ κατ' αὐτοὺς ὡς μηκέτι ἔχειν καιρὸν τοῦ μεταγνῶναι, καιρὸς ἦλθεν τοῦ παθεῖν αὐτούς. Ἅπαξ δὲ ὑπομνήσεως γεγενημένης τοῦ ἀναπληροῦσθαι ἁμαρτίας, τοῦτο σημειωτέον, ὅτι οὐ ταὐτὸν ἕνα πληροῦσθαι ἄνθρωπον ἁμαρτιῶν καὶ ὅλον λαόν· ἐν μὲν γὰρ τοῖς πολλοῖς πάσας ἐγχωρεῖ τὰς ἁμαρτίας εὑρίσκεσθαι, ὡς τὸν μὲν φέρε ἄσωτον εἶναι, τὸν δὲ φειδωλόν, καὶ τὸν μὲν θρασύν, τὸν δὲ δειλόν, καὶ πάλιν τὸν μὲν ἀκόλαστον, τὸν 170 δὲ ἠλίθιον· περὶ ἕνα δὲ ἄνθρωπον τὰς ἐναντίας ταύτας κακίας, ὑπερβολὰς οὔσας καὶ ἐλλείψεις, εὑρίσκεσθαι ἀδύνα- τον. Πάσας μὲν γὰρ ἐν ἀνθρώπῳ τὰς ἀρετὰς εἶναι δυνατόν, ἀλλήλαις γὰρ ἀντακολουθοῦσιν, τὰς δὲ κακίας οὐχ οἷόν τε διὰ τὰ προειρημένα. Καὶ ταῦτα μὲν ὡς παρεκβάσει, ἐπανελθῶμεν δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς· "6Καιρὸς παντὸς ἀνθρώπου ἥκει"6. Οὐδεὶς τοιαῦτα ἁμαρτήματα ἔχει ὡς συγχωρηθῆναι αὐτῷ· καὶ ὥσπερ ἄριστος ἰατρὸς καιρὸν τοῦ τροφὴν δέξασθαι τὸν κάμνοντα, κἂν ἐν νυκτὶ γίνηται, κατὰ τὴν τοῦ νοσήματος τοιάνδε κατάστασιν τίθεται, οὕτω καὶ τὸ νῦν λεγόμενον. Τοιῶσδε γὰρ ἐχόντων τῶν ἀνθρώπων ὡς εἰς ἔσχατον ἁμαρτίας ἥκειν, δι' ἃς ὁ κατακλυσμὸς ἐπάγεται, γίνεται τοῦτο ἀσυγγνώστατα πράττουσιν. Οὐ δεῖ δὲ οἴεσθαι ψεῦδος εἶναι τὸ καιρὸν παντὸς ἀνθρώπου ἥκειν, εἰ καὶ ὀκτὼ ἐν τῇ κιβωτῷ διεσώθησαν· ἐνταῦθα γὰρ τὸ καθόλου ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον εἴληπται. Εἰ δὲ κατὰ τὸ "6Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"6 λέγει τὸ "6παντὸς ἀνθρώπου"6, οὐχ ὑπόκειται ὁ Νῶε τούτῳ ὑπερβαίνων τὴν ἀνθρώπου κατάστασιν· καὶ οὕτως ἀληθὲς τὸ παντὸς