1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

13

Θεὸν τέλειον δημιούργημα ποιοῦντα ἐν τελείῳ πρώτῳ ἀριθμῷ εἰς ὑπόστασιν αὐτὸ ἀγαγ̣εῖν, οὐχ ἵνα πάντως εἴπωμεν ὅτι ἑξάκις τοῦ ἡλίου κυκλεύοντος ἡμέραι ἓξ διεγένοντο, -οὔπω γὰρ ἦν γενόμενος ἥλιος ἐν ταῖς πρώταις τρισίν, -ἀλλ' ὅτι λόγου καὶ ἁρμονίας χάριν ὁ ἓξ ἀριθμὸς παρει̣λ̣η´̣μφθη. 35 Παρίστησιν δὲ τὴν ἔννοιαν ταύτην ἀκριβῶς αὐτὸς Μωσῆς τὴν ἐπανακεφαλαίωσιν ποιούμενος τῶν γεγονότων λέγων· "6Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὁ´̣τε ἐγένετο ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν."6 Ὅλως γὰρ οὔτε ἐν ἡμέρᾳ γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ, ἀλλ' "6ἐν ἀρχῇ"6, οὔτε τὰ πάντα ἐν μιᾷ ἡμέρᾳ ὑπέστησαν, ἀλλὰ δῆλον ὡς, ἅμα τῶν πάντων γεγενημένων, τάξεως ἕνεκα και`̣ ἁρμονίας ὁ ἀριθμὸς οὗτος, ὡς εἴρηται, παρεί- λημπται, καὶ π[ρὸ]ς [τ]ο̣[ύ]τῳ διὰ τὸ ἡμῶν ἀσθενὲς καὶ μὴ ἑτέρας δύνασθαι νοεῖν [ἢ τρόπῳ] τινὶ ἡμῖν καταλλήλῳ. Καὶ ἔστω ἀπὸ παραδείγματος σαφὲ[ς τὸ λ]εγόμενον. Τὸ σῶμα ἡμῶν ἅμα τῇ ὑποστάσει καὶ χρῶμ[α κ]αὶ μέγεθος ἔχει, καὶ οὐκ ἐν χρόνῳ διεστῶτι ἀλλήλων κεχωρισμένα ὑπέστη καὶ πλὴν τῇ ἐπινοίᾳ τὸ μὲν αὐτῶν πρότερον, τὸ δὲ ὕστερόν ἐστιν. Οὕτω καὶ ὁ ἐν τάξει γενόμενος κόσμος οὐ χρόνῳ ἀλλὰ τ[ῇ] ἁρμονίᾳ συντετέλεσται. Οὐδὲ γὰρ μέρος κόσμου τις δυνήσεται ἐννοεῖν πρὸς τὰ ἄλλα μὴ συντρέχον ἕως τὰ λοιπὰ ὑπάρχῃ. Καὶ οἱ φωστῆρες δὲ ἐν τετάρτῃ ἡμέρᾳ γε̣νόμενοι ἅτε τίμιοι δεικνύουσιν ὅτι διὰ τὸν περὶ αὐτοὺς λόγον ἐν ταύτῃ εἴρηνται γεγενῆσθαι. Ἡ γὰρ τετρὰς δυνάμει οὖσα δέκα ἐπὶ τιμίας ὑπάρχει· διὰ πάσης γὰρ γραφῆς ἡ δεκὰς ὑμνεῖται. Ὅτι δὲ οὐκ, ἐὰν ἀριθμός τις ἐν τοῖς θείοις γράμμασιν σημαίνητα̣ι̣, τὸ πλῆθος δηλ̣ο̣ι῀̣ πάντως, ἀλλὰ λόγον, ἐκ τοῦ ε̣ι᾿̣ρημένου πρὸς τ̣ο̣υ῀̣ Θεοῦ ἔστιν νοῆσαι· "6Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδ̣ρ̣ας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ."6 Εἰ γὰρ τοσοῦτοι ἐτύγ̣χ̣α̣νον, οὔτ' ἂν ὁ προφήτης εἶπεν· "6Ἐγὼ ὑπολέλειμμαι μονώ- τατος̣"6, ο̣ὐ´̣τε πρὸς ἀλλήλους εἶχον τὸ ἀμιγές· οὐ γὰρ ἑαυτοὺς ἔφευγον. Λ̣ο´̣γος τίμιος ὁ περὶ τὴν ἑβδομάδα ὤν- ἀμήτωρ γὰρ αὕτη καὶ ἀπάτω̣ρ̣-ὑποβάλλει νόη̣σιν ὅτι τῆς αὐτῆς εἰσι τῆς δυνάμεως οἱ ἅγιοι, κἂν ε̣ἱ῀̣ς ὑπάρχωσιν, 36 θεῖόν τι καθεστῶτες καὶ ὑπεράνθρωπον θεω̣ρ̣ίᾳ καὶ βίῳ. Ἀλλὰ καὶ ἐν τῇ Ἀποκαλύψει ὁ Ἰωάννης λέγων ˉρˉμˉδχιλιάδας ἀνδρῶν ἕπεσθαι τῷ ἀρνίῳ, ὅ ἐστιν ὁ Σωτήρ, καὶ ταῦτα παρθένων μετὰ γυναικῶν μὴ μολυνθέντων, δείκνυσιν ὅτι λόγος τις περὶ τὸν ἀριθμὸν τοῦτον τίμιός ἐστιν· οὐδὲ γὰρ οὕτω τοσοῦτο πλῆθος παρθένων ἔτι τοῦ Ἰωάννου ἐν βίῳ ὄντος εἴποι τις ἂν ἐκ τῶν πεπιστευκότων συνῆχθαι, τάχα μηδὲ αὐτῶν τοσ[ούτων] ὄντων. Λέγομεν οὖν ὅτι ἐν ἑξάδι ὁ κόσμος γέγονεν δι[ὰ τὴν π]ροειρημένην αἰτίαν, καὶ τῇ τετάρτῃ οἱ φωστῆρες διὰ τ[ὸ πρ]οειρημένον, ὅτι ἡ τετρὰς δυνάμει δεκὰς οὔσα ἔχει τὸ τί[μιο]ν. Καὶ γὰρ δέκα λόγους Μωσῆς δέδωκεν καὶ δέκαται παρέχονται· καὶ ἄλλα δὲ προνόμια τῆς δεκάδος εὕροι τις. "6Γενηθήτωσαν"6 οὖν "6φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ."6 Καὶ τοῦτο παιδεύει πρὸς τὸ μὴ θεοὺς αὐτοὺς εἶναι, καθὰ Αἰγυπτίοις ἠπατημένοις ἔδοξεν. Καλῶς δὲ ἐν τῷ στερεώματι καὶ οὐχ ὑπὲρ τὸ στερέωμα· τῶν γὰρ̣ ὁρωμένων ταῦτα. Καὶ ἔργον δὲ αὐτῶν φησιν τό τε ἐπὶ γῆς φαίνειν καὶ τὸ "6διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός"6· ἡ γὰρ ἀνατολὴ τὴν ἡμέραν, ἡ δὲ δύσις τὴν νύκτα ποιεῖ. Ἕτερον δὲ αὐτῶν ἔργον τὸ εἶναι αὐτοὺς εἰς σημεῖα· πολλὰ γὰρ σημαίνουσιν οἱ ἀστέρες καὶ αὐτὸς ὁ ἥλιος· σημαίνουσιν δὲ οὐχ ὡς ποιοῦντες ἀλλ' ὡς φανε- ροῦντες. Οἱ δὲ τὴν εἱμαρμένην εἰσηγούμενοι ποιητὰς αὐτοὺς τίθενται λέγοντες ὅτι εἰ ὅδε πρὸς τόνδε συνδράμοι τάδε ποιεῖ, ἀλλ' οὐχ οὕτως, ἀλλ' ἵνα σημαίνωσιν ὥρας, μῆνας, ἐνιαυτούς· οὐ τὸ σημαῖνον δὲ ποιητικόν. "6Καὶ ἔστωσαν"6 γάρ φησιν "6εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς"6, ἅπερ σημαίνει τὰς ἐτησίους ὥρας, τὴν ἐαρινήν, τὴν χειμε- 37 ρινὴν καὶ τὰς ἄλλας· ἐν γὰρ τῷδε τῷ κλίματι ὢν ὁ ἥλιος ἢ τῷδε ταῦτα ποιεῖ. Εἰ δὲ λέγοιεν οἱ περὶ τὰ μαθήματα, συντρέχοντες τῷ εἰς σημεῖα αὐτὰ εἶναι, ὅτι καὶ οὕτως ὁ τῆς εἱμαρμένης εἰσάγεται