1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

95

γάρ τις εἰ γίνοιτο ἀρετῆς, ταῦτα αὐτῷ εὐθὺς προαπαντᾷ. Εἰ δὲ καὶ διὰ τὸ ἐπικεῖσθαι πειρασμοὺς τῷ ἐναρέτῳ τοῦτο εἰ´̣ρ̣η̣ται, ἐπιστήσ̣εις, μέσου αὐτοῦ ὄντος τῶν θλιβόντων καὶ ὑπερνικῶντος.

χῃι, 1-2. Σάρα δὲ ἡ γυνὴ Ἀβρὰμ οὐκ ἔτικτεν αὐτῷ. Ἦν δὲ αὐτῇ παιδίσκη

Αἰγυπτι´̣α, ᾗ ὄνομα Ἁγάρ. Εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ· Ἰδοὺ δὴ συνέκλεισέν με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσω ἐξ αὐτῆς. Ὑπήκουσεν δὲ Ἀβρὰμ τῆς φωνῆς Σάρας. Ἀνήγαγεν τα̣ύτας ἀπόστολος εἰς τὰς δύο διαθήκας 235 ἀλληγορίας νόμῳ· ἐπειδὴ δὲ καὶ τὸ ῥητὸν γεγένηται, καὶ αὐτὸ ἄξ̣ιον θεωρῆσαι. Οἱ ἅγιοι οὕτως συνεβίουν ὡς μὴ ἡδονὰς θηρᾶν ἀλλὰ τέκνων χάριν. Καὶ γὰρ παράδοσις τοιαύτη περὶ αὐτῶν φέρεται, ὅτι τότε μόνον συνῄεσαν ταῖς γυναιξίν, ὅτε καιρὸν εἶχον συλλήμψεως· οὔτε δὲ θηλαζούσῃ οὔτε τρεφούσῃ τὸ βρέφος συνῄε̣σ̣αν οὔτε̣ κυοφο- ρούσῃ· ἐν οὐδενὶ γὰρ το̣υ´̣των τῶν καιρῶν οἰκείαν ἡγοῦντο τὴν σύνοδον. Βεβαιοῖ δὲ καὶ ὁ Ἰακὼβ τὴν παράδοσιν· ἐν γὰρ πολλῷ χρόνῳ δοκιμάσας ὅτι οὐκ ἐπεδέχετο ἡ Ῥαχὴλ τεκνῶσαι, οὐκέτι προσῄει αὐτῇ· ἐκείνης δ' οἰομένης ὅτι, ἐὰν προσέλθῃ αὐτῇ, τεκνοῖ, ἔλεγεν· "6Ἢ δός μοι τέκνα, εἰ δὲ μὴ, ἀπόκτεινόν με σύ"6. Μὴ γὰρ οὐκ ᾔδει ὅτι οὐκ ἦν πλάστης ὁ Ἰακώβ, ἀλλὰ σύνοδον ἀπῄτει ὡς τοῦ ἁγίου παυσαμένου διὰ τὴν εἰρημένην αἰτίαν, ἵνα μὴ ματαιουργῇ. Ὃς δὲ πρὸς αὐτήν· "6Μὴ ἀντὶ Θεοῦ σοι ἐγώ εἰμι, ὃς ἐστέρησέ <σε> καρπὸν κοιλίας;"6 Καὶ ἡ Σάρα οὖν, σοφὴ καὶ ἁγία οὖσα, πολλῷ χρόνῳ εἰδυῖα ὅτι συνευναζομένη οὐκ ἔλαβεν κατὰ γαστρός, ἀπέσχετο τῆς πρὸς αυ᾿̣τὸν κοινωνίας καί, ἐπειδὴ ἐγίγνωσκεν ἀκόλουθον εἶναι ἔχειν ἐκεῖνον τέκνα, τὴν παιδίσκην ἑαυτῆς ἔδωκεν αὐτῷ εἰς γυναῖκα παλλακίδα. Σωφροσύνη ἅμα καὶ ἀφθονία τῆς Σάρας καὶ τοῦ Ἀβρὰμ <δείκνυται> ἀπάθεια το<ῦ> πρὸς τῆς γυναικὸς καὶ οὐκ ἀπὸ ἰδίας ὁρμῆς ἑλομένου τοῦτο ἀλλ' εἴκοντος διὰ τέκνων γένεσιν. Χρήσιμον μὲν οὖν καὶ τὸ ῥητόν, καθὰ διεξεληλύθαμεν. Ὁ δὲ τῆς ἀναγωγῆς λόγος οὕτως ἂν ἐξομαλισθείη, ὡς τύπῳ ὁ μακάριος Παῦλος εἰς τὰς δύο διαθήκας ἀνήγαγεν τὰς δύο γυναῖκας· τούτῳ καὶ Φίλων χρώμενος ἐν ἑτέροις πράγμασιν ἀνήγαγεν τὴν μὲν Σάραν εἰς τὴν τελείαν ἀρετὴν καὶ φιλοσοφίαν, αυ᾿̣τὴν οὖσαν γαμετὴν ἐλευθέραν τε καὶ εὐγενίδα καὶ κ̣ατὰ νόμους σύνοικον· συνοικεῖ δὲ ἡ 236 ἀρετὴ τῷ σοφῷ κατὰ νόμους, ἵνα θεῖα γεννήματα ἐξ αὐτῆς ἀπογεννήσῃ· "6Ἡ σοφία"6 γὰρ "6τίκτει ἀνδρὶ φρόνησιν"6, καὶ πρὸς τὸν εὐλαβῆ καὶ ὅσιον λέγεται· "6Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ***, οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Οὕτως εὐλογη- θήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον"6. Εἰς μὲν οὖν τὴν τελείαν ἀρετὴν καὶ πνευματικὴν ἡ Σάρα ἀνάγεται, ἡ δὲ Ἁγὰρ ἡ παιδίσκη ἡ Αἰγυπτία παρὰ μὲν Φίλωνος τὰ προγυμνάσματα σημαίνειν εἴρηται, παρὰ δὲ Παύλῳ τὴν σκιάν. Ἀδύνατον γάρ τι τῶν πνευματικῶν ἢ ὑψηλῶν νοημάτων χωρὶς τῆς κατὰ τ̣ο`̣ γ̣ρ̣α´̣μ̣μα σκιᾶς ἢ τῶν εἰσαγωγικῶν προπαιδεύσεω̣ς̣ κ̣α̣τ̣αλαβεῖν· δεῖ γὰρ ἐκ τῶν ὑποδεεστέρων πρότερον τεκ̣ν̣ο̣υ῀̣ν̣. Κατὰ γοῦν τὴν σκιὰν ἐβουθύτουν, πάσχα ἐπετέλουν αἰσ̣θ̣η̣τ̣ῶς καὶ περιετέμνοντο σωματικῶς, διὰ τούτων χειραγωγούμενοι ἐπὶ τὸ θύειν "6τῷ Θεῷ θυσίαν αἰνέσεως"6, ὅπερ ἐστὶν τῆς ἐλευθέρας ἴδιον. Ἐπεὶ οὖν σπουδὴ τῷ σοφῷ τάξει χωρεῖν ἐπὶ τὰ μείζονα, ὑποβάλλει ἡ ἀρετὴ σκοπῷ θείῳ τοῖς εἰσαγωγικοῖς πρότερον χρῆσθαι καὶ ἐξ αὐτῶν τεκνοποιεῖν. Ἐπεὶ γὰρ ἄρτι προσιὼν τῇ ἀρετῇ τελειότητος ἐφάψασθαι οὐχ οἷός τέ ἐστιν ὥστε καὶ ἐξ αὐτῆς τεκνῶσαι, ὑποτίθεται αὐτῷ πρότερον ἐγγυμνάσασθαι τοῖς προπαι- δεύμασιν, ἵν' οὕτω καὶ αὐτὴν τελείως χωρῇ, εἰ δυνηθῇ. χῃι, 3-4. Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἀβρὰμ Ἁγὰρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι μετὰ Ἀβρὰμ ἐν γῇ Χαναὰν καὶ ἔδωκεν αὐτὴν Ἀβρὰμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα, καὶ εἰσῆλθεν πρὸς Ἁγάρ, καὶ