1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

12

κ[α´̣ρ̣π̣ιμ̣ον ποιοῦν καρπόν"6· παντὸς γὰρ φυτοῦ ἐν αὐτῷ ἡ τ̣ο̣υ῀̣ σπέρματ̣ο̣ς̣ φύσις, ὡς τὰ μὲν αὐτῶν εἶναι ἐδώδιμα, τὰ ···α ἢ εἰς ἑτ̣έρα̣ς χρείας λυσιτελοῦντα, τὰς μὲν καὶ ἀνθρώποις γ̣ν̣ω̣σ̣τ̣άς, τὰ<ς> δ̣ὲ μόνῳ Θεῷ. Ταῦτα μὲν πρὸς τὸ ῥητόν, τὰ δὲ τῆς α᾿̣λ̣λ̣η̣γορίας τοῦτον ἔχειν τρόπον ἡγοῦμαι. ∆ημιουργήσας ὁ Θ̣ε̣ο`̣ς̣ τὸν ἄνθρωπον̣ εὐ´̣θη ἐπὶ τῷ τὰς ἀρετὰς καρποφορεῖν καὶ τὴν γνῶσ̣ι̣ν̣ τῆς ἀληθείας περὶ πολλοῦ ποιεῖσθαι ἐνῆκεν αὐτῷ ἐννοίας ἀγ̣α̣θ̣α´̣ς, ἐξηνέχ̣θ̣η δὲ ἡ κατὰ τὴν ἀναγωγὴν γῆ ἀπὸ τῆς ἰδίας γνώμης ···· ἀκάν<θας> σπειρ̣ήσαντος τοῦ ἀνθρώπου ἐκ παραβάσεως. Ὅσοι γοῦν θείαν δ̣ι̣δ̣α̣σκαλίαν παραδεξάμενοι οὐ πρόσεσχον τῇ σπορᾷ τοῦ λόγου ἀκούουσιν· 33 "6Σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε."6 Μ̣ὴ γα`̣ρ̣ διὰ τοῦτο ἐσπάρη ἵνα ἄκανθαι θερισθῶσιν α··· ····[····]· τοῦτο μὴ καλῶς αὐτοὺς γεγ̣εωργηκέναι μηδὲ ····υ̣κ̣[····] ··· ··· ··θῆναι τῆς εὐλογίας ἧς ηὐλόγησεν ᾿Ι̣ακ̣ω`̣β̣ τ[ὸν υἱὸ]ν̣ λέγων· "6Ἰδοὺ ὀδμὴ τοῦ υἱοῦ μου ὡς ὀδμὴ ἀγροῦ πλ[ήρο]υ̣ς̣ ὃν ηὐλόγησεν Κύριος"6· ὁ δὲ καλῶς ἑαυτοῦ ἄγων τὴν φυ̣τ̣[εί]α̣ν α᾿̣κ̣ο̣ύσεται καθὰ καὶ ἡ νύμφη· "6Κῆπος κεκλεισμέν̣[ος ἀδελ]φή μου νύμφη."6 Τὸ δὲ "6καὶ ἐγένετο οὕτως"6 καὶ τὰ ἑξῆς ἀνταπ[οδόσε]ως ἕνεκα εἴρηται. ι, 12. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Σ̣η̣μειωτέον ὅτι, δύο προσταχθέντων καὶ γεν̣[ο]μ̣ένω̣ν, ὡς περι`̣ ἑνὸς λέγεται· "6Εἶδεν ὁ Θεὸς ὅτι καλόν."6 Εἰς γὰ[ρ] τὸ τέλος καὶ τὸν σκοπὸν ἀναφορᾶς οὔσης εἴρηται "6εἶδεν ὁ Θεὸς ὅτι καλόν"6· δι<ὰ> γὰρ τοὺς ἀνθρώπους ἡ βοτάνη ἐβλάστησεν καὶ τὰ ἄλλα. Ἔφην̣ δὲ τὸ ἐν αἰσθητοῖς ἔχον τὴν ἀναλογίαν καλόν, πόσῳ <μᾶλλον> τὸ ἐν ἀρεταῖς καὶ ἁρμονία ψυχῆς εὖ βιούσης καὶ λογικοῦ τὰ αἱρετὰ αἱρουμένου καὶ πρὸς τὸ τέλος τῆς ἀρετῆς σπεύδοντο[ς]. ι, 14-19. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ ἡμέρας καὶ εἰς ἐνιαυτούς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτως, ἕως τοῦ καὶ ἐγένετο ἡμέρα τετάρτη. Ἀρχόμενοι τοῦ βιβλίου ἐλέγομεν ὅτι δραστήριος οὐσία ὢν ὁ Θεὸς ἅμα βούλεται καὶ ἔστιν ἃ θέλει εἶναι· οὐ γὰρ οἷόν τε ἐπ' αὐτοῦ τὰς ἐνεργείας πρὸ τῆς ὑπάρξεως εἶναι, ὡς ἔχει ἐπὶ τῶν ἀνθρωπίνων τεχνῶν. μετὰ γὰρ τὸ ἐνεργῆσαι τὸ ἔργον ἐστὶν καὶ μετὰ τὴν οἰκοδομὴν ἡ οἰκία· οὐ γὰρ 34 ἐν τῷ οἰκοδομεῖσθαι ἡ οἰκία οὐδὲ ἐντῷ ναυπηγεῖσθαι ἡ ναῦς· χρόνῳ γὰρ αὕται αἱ ἐνέργειαι συμμετροῦνται. Ὁ δὲ Θεὸς ἀχ[ρ]ό[ν]ως ἐνεργεῖ ἄγων εἰς τὸ εἶναι ὃ βούλεται· οὐκ ἄρα ἑπομένη κα̣[····]·υμένη ἔσται ἐνέργεια. Ἅμα οὖν βεβούληται εἶναι τοὺς φωστη῀̣ρ̣[α]ς, καὶ εἴσιν, καὶ ἅμα ἐθέλησεν τὸ ὕδωρ συναχθῆναι εἰς συναγω[γὴ]ν μίαν, πεπλήρωται τὸ πρόσταγμα, καὶ ἐν τῷ εἰπεῖν "6Γενη- θήτω στ̣ερέωμα"6 ὑπῆρκται τοῦτο. ∆ιόπερ ταύτῃ τῇ ἐννοίᾳ ἑπόμενον [···· πε]ρ̣ι`̣ τῶν ἓξ ἡμερῶν δεῖ νοεῖν ὡς οὐ χρονικῆς ἕνεκα παρ[εκτάσε]ως παρειλημμένων, ἀλλὰ λόγου οἰκείου τῇ δημιουργίᾳ το[ῦ Θεοῦ] καὶ τῆς τοῦ ἀριθμοῦ δυνάμεως. Πρῶτος γὰρ ὁ ἓξ τελείων ἐ[στί]ν· τελείους δὲ ἀριθμούς φασιν τοὺς ἐκ τῶν ἑαυτῶν με[ρ]ῶν ἀ[π]αρτι- ζομένους, τέσσαρες δὲ μόνοι εἰσὶν ἀπὸ μονάδος ἕως μυρίων. Πρῶτος οὖν ἐστιν ὁ ἓξ, οὗ ἥμισυ τρία, τρίτον δ[ύ]ο, ἕκτον ἕν, ὧν συντεθέντων ὁ ἓξ ἀποτελεῖται. Ὡσαύτως ἔχει καὶ ὁ εἴκοσι ὀκτώ· ἥμισυ γὰρ τούτου δέκα τέσσερα, τέταρτον ἑπτά, ἕβδομον τέσσερα, τεσσερεσκαιδέκατον δύο, εἰκοστοόγδοον ἕν, ἅπερ πάλιν συντεθέντα τὸν εἴκοσι ὀκτὼ ἀποτελεῖ. Καὶ ἕτεροι δὲ πρὸς τούτοις εἰσὶν δύο· ἐὰν δὲ ἑτέρους παρὰ τοὺς τελείους συνθήσῃ, λείπουσιν ἢ ὑπερβάλλουσιν, οἷον ἐπὶ τοῦ ὀκτὼ θεωρητέον· ἥμισυ τέσσερα, τέταρτον δύο, ὄγδοον ἕν, ἅπερ πάλιν συντεθέντα ἐλάττονα ἀριθμὸν φέρει. Καὶ ὁ δώδεκα δὲ συντεθεὶς ὑπερβάλλει· ἥμισυ αὐτοῦ ἕξ, τρίτον τέσσερα, τέταρτον τρία, ἕκτον δύο, δωδέκατον ἕν. Καλοῦσιν οὖν οἱ περὶ ταῦτα ἔχοντες τοὺς ἐλλείποντας ὑποτελεῖς, ὑπερτελεῖς δὲ τοὺς πλεονάζοντας, τελείους δὲ τοὺς ἐξ ἑαυτῶν ἀπαρτιζομένους. Ἔδει οὖν τὸν