1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

15

τινες διὰ τούτων δηλοῦνται· πρῶτον γὰρ ὄρθ<ρ>ος γίνεται, ἔπειτα ὡς σελήνη ἐκλεκτὴ ἀντὶ τοῦ πλήρης καὶ ἀνελλιπὴς κατὰ τὴν πλησιφαῆ, -εἰ γὰρ καὶ ἡ αὐτή ἐστιν, διχότομός τε οὖσα καὶ μηνοειδὴς καὶ ἀμφίκυρτος, ἀλλ' ἡ τελεία αὐτῆς κατάστασις ἡ κατὰ τὸ πλησιφαές ἐστιν, ᾧ τὴν νύμφην εἰκάζει-, μεθ' ἃ καὶ ὡς ἥλιός ἐστιν αὕτη, θάμβος διὰ τὴν πολλὴν προκοπὴν καὶ ἕνωσιν. Οἱ οὕτως γινόμενοι φῶς οὐκ ἐκ κατασκευῆς εἰσιν τοιοῦτοι, ἀλλ' ἐκ μετουσίας τοῦ ἀληθινοῦ φωτός. Οἳ καὶ χωρίζουσι "6ἀνὰ μέσον τῆς ἡμέρας"6 καὶ "6ἀνὰ μέσον τοῦ σκότους"6, τὴν κακίαν καὶ τὴν ἀρετὴν διαιροῦντες, καὶ οὕτω καταλάμποντες τοὺς ἐπὶ γῆς, οἵτινες οὔπω διὰ πράξεως οὐράνιοί εἰσιν. Σημαίνουσίν τε καιροὺς καὶ ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτοὺς καταλλήλους, τὸ μέτρον ἑκάστου 40 γνωρίζοντες καὶ πῶς ἔχει ὅδε πρὸς παίδευσιν, καθὰ καὶ τὸν ἰατρόν φαμεν λέγειν εἶναι καιρὸν τροφῆς πρὸς τὸ πῶς ἔχει ὁ τρεφόμενος σκοποῦντα· καὶ γὰρ ἐσθότε νυκτὸς τρέφει ὁ τῇ ἰατρικῇ χρώμενος. Σημαίνει οὖν ὁ ἥλιος δικαιοσύνης καὶ ἡ σὺν αὐτῷ λεχθεῖσα σελήνη καὶ οἱ ἀστέρες καιρὸν τοιοῦτον οἷον καιρὸν μαθημάτων, καιρὸν προκοπῆς, καιρὸν εἰσαγωγῆς, σημαίνουσιν δ[ὲ καὶ] αὐτὰ τὰ πράγματα, -ὅταν γὰρ φωτισθῇ τις, καθαρὰ [αὐτ]ὰ τὰ ὑποκείμενα πράγματα-, οὐ τότε τοῦ ἡλίου τῆ[ς δι]καιοσύνης ὑποστάντος ὅτε καὶ σημαίνει, ἀλλ' ὄντος ἀϊδίως, σημαίνοντος δὲ ὅτε οἱ προ- σίοντες χειραγωγίας δέονται. ∆ιὸ καὶ ἐν τετάρτῃ ἡμέρᾳ γεγενῆσθαι λέγονται, τοῦ γεγενῆσθαι κατ' ἀλληγορίαν τὴν πρὸς τὰ λογικὰ σχέσιν δηλοῦντος. Ὡς γὰρ προείρηται, ἐν δυνάμει ὄντες ἀρετῆς, χρῄζομεν τῶν ἐναγόντων εἰς αὐτὴν ἐνέργειαν τῶν ἀρετῶν, ἥτις ἐκ τετράδος εἰς δεκάδα ἔρχεται. ∆υνάμει γὰρ δεκὰς ἡ τετράς, ὡς ἤδη δέδεικται· κατὰ γὰρ τὴν τῆς τετράδος σύνθεσιν ἡ δεκὰς ἀπαρτίζεται. Στερέωμα δέ, ἐν ᾧ οἱ φωστῆρες γίνονται, τὴν πίστιν ἐκδεκτέον καὶ τελείαν ἀρετήν, ἣν ἔχων ὁ ψαλμῳδὸς ἔλεγεν· "6Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου."6 Καὶ περὶ τῆς ἐκκλησίας λέγεται· "6Τίς αὕτη ἡ ἀναβαίνουσα, ἐπι- στηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς;"6 Ἄνευ γὰρ τοῦ Λόγου οὐχ οἷόν τε εἶναι τὴν ἐκκλησίαν· οὗτος γὰρ ταύτης στήριγμα καὶ θεμέλιος ὑπάρχει. Οὗτοι δὲ αὐτοὶ οἱ φωστῆρες εἰς σημεῖά εἰσιν, κατὰ μὲν τὸ ῥητὸν πολλάκις ἢ βασιλείαν σημαίνοντες ἢ αὐχμοὺς 41 ἢ ἐπομβρίας ἤ τι τῶν ἄλλων κατὰ τὸ χρήσιμον μεγάλων, κατὰ δὲ ἀναγωγήν, ὡς εἴρηται, τὰς προκοπάς, πολλάκις δὲ καὶ τὴν τῆς ψυχῆς ἐρημίαν· καὶ τοῦτο γὰρ ὑποδει- κνύουσιν οἱ φωστῆρες κατ' ἀλληγορίαν. Οὗτοι δὲ καὶ τοὺς ἐπὶ γῆς φωτίζουσιν· ὅσοι γὰρ μὴ δύνανται ἀκράτου τοῦ τελείου φωτὸς μετασχεῖν διὰ τοῦ τῶν ἁγί[ων] φω[τ]ίζονται. Καὶ Μωσῆς τοῦτο διδάσκων φησίν· "6Κἀγὼ ἔστην [ἀ]νὰ μέσον Κυρίου καὶ ὑμῶν"6, τὰς ὑμῶν ἱκεσίας τῷ Θεῷ ἀναφ[έρ]ων, τὰς δὲ παρ' αὐτοῦ χάριτας διακονῶν ὑμῖν. Οὕτω καὶ ὁ Σωτὴρ ἄνθρωπος γενόμενος μεσίτης ἐστὶν Θεοῦ καὶ ἀνθρώπων· Θεὸς γὰρ ὢν τῷ Πατρὶ ἡμᾶς συνάπτει, ἄνθρωπος δὲ γενόμενος τρόπον τινὰ ὡς φιλάνθρωπος ἅπερ ἤκουσεν παρὰ Πατρὸς ταῦτα καὶ λαλεῖ ἡμῖν. Τῶν ὑποδεεστέρων τοῦ ἡλίου φώτων εἴη ἂν καὶ ὁ νόμος, περὶ οὗ εἶπεν ὁ ψαλμῳδός· "6Λύχνος τοῖς ποσίν μου ὁ νόμος σου"6, δηλῶν ὅτι φωτίζει ὁ νόμος τὰς προκοπὰς καὶ διαβάσεις τῆς ψυχῆς. Οὕτω φωτισθεὶς καὶ Παῦλός φησιν· "6Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν"6· ἐν Χριστῷ γὰρ ὄντες οἱ τοιοῦτοι αὐτοῦ εἰσιν λέγοντες ἕκαστος· "6Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός"6, καί· "6Οἶδα ἄνθρωπον ἐν Χριστῷ."6 Οὕτω γὰρ φῶς ἐκ φωτὸς γίνονται, ὥστε διὰ τῆς διδα- σκαλίας φωτίζειν τοὺς ἄλλους. ∆εῖ δὲ τὸ ἔθετο ὡς σημαῖνον τὸ "3ἀποδείξαι"3 ἐκλαβεῖν ὡς ἐὰν λέγηται περὶ τοῦ Σωτῆρος ὅτι ὁ Πατὴρ αὐτὸν ἔθετο κληρόνομον πάντων ἀντὶ τοῦ "3ἀπέδειξεν"3· οὐ γὰρ ὕστερον πεποίηκεν αὐτὸν κληρόνομον, ἀλλ' ὄντα ἐφανέρωσεν. "6Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν."6 Καλὸν γὰρ καὶ τὸ ὑπὸ αἰσθητοῦ φωτίζεσθαι φωτός, καὶ πολλῷ πλέον ὑπὸ νοητοῦ. ι, 20-23. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν