16
καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ 42 στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Καὶ ηὐλόγησεν αὐτά, ἕως τοῦ ἡμέρα πέμπτη. Ἐπεὶ προηγουμένη κτίσις ἐστὶν τῶν ἐπὶ γῆς ἡ κατὰ τοὺς ἀνθρώπους ζῷα θνητὰ τυγχάνον[τα]ς, ἀκολούθως τὰ ἄλλα ζῷά τε καὶ φυτὰ διὰ τὴν αὐτοῦ χρείαν δεδημιούρ- γηται· τὰ μὲν γὰρ εἰς τροφήν, τὰ δὲ εἰς θεραπείαν ἑαυ[τ]οῦ παραλαμβάνει· ἔστιν δ' ἕτερα τὰ μὲν εἰς τὸ ἀχθοφορεῖν, τὰ δὲ εἴς τινα αὐτοῦ χρείαν γεγενημένα· οὐδὲν γὰρ εἰκαίως ὑπέστη. Λέγει οὖν ὁ Θεός· "6Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς."6 Ἔδει γὰρ καὶ ταῦτα διὰ τὴν ἀνθρώπων ὑποστῆναι χρείαν. Ἑρπετὰ δὲ τὰ σώματα αὐτῶν εἰπὼν ψυχὰς ζώσας τὰς πάσας λέγει· κἂν γὰρ ἄλογος ᾖ, ἀλλὰ ζωτικὴν δύναμιν τῷ σώματι παρέχει συμφθειρομένη αὐτῷ, τῆς τοῦ ἀνθρώπου καὶ μετὰ τὴν τοῦ σώματος διάλυσιν ὑφισταμένης. Τῶν πετεινῶν δὲ τῶν μὲν ὑψιπετῶν ὄντων, τῶν δὲ πλειόνων ταπεινὴν ἐχόντων τὴν πτῆσιν, μάλιστα τῶν πρὸς τροφὴν τοῖς ἀνθρώποις ἀπονεμηθέντων, ἀπὸ τοῦ πλεονάζοντος εἴρηται· "6καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς"6. Εἰκὸς γὰρ αὐτὰ διὰ τοῦτο μηδὲ εἰς ὕψος κατὰ τὸν ἀετὸν καὶ τὰ ὅμοια ἵπτασθαι, ἵν' εὐχείρωτα ᾖ τοῖς ἀνθρώποις, δι' οὓς καὶ γέγονεν. "6Κατὰ τὸ στερέωμα"6 δὲ "6τοῦ οὐρανοῦ"6 εἴρηται, οὐχ ὅτι πλησιάζει ἱπτάμενα τούτῳ, ἀλλ' ὅτι ὑπ' αὐτό εἰσιν, εἰ καὶ μὴ φθάνουσιν ἐκεῖ. Αὐτίκα γοῦν καὶ τὰ νέφη τὰ φέροντα τὸν ὑετὸν οὐρανοὺς καλεῖ ἡ γραφὴ καὶ τὸν ὑετὸν οὐρανόθεν ἔρχεσθαι, καίτοι τῶν νεφῶν περὶ τὸν ἀέρα συνισταμένων, ἀφ' ὧν καὶ ὁ ὑ<ε>τὸς φέρεται, ἅτινα νέφη οὐ πλέον δεκὰ σταδίων ὑπὲρ γῆς λέγεται εἶναι, ὑπὲρ νεφῶν πολλάκις ὀρῶν εὑρισκομένων καὶ τῶν νεφῶν αὐτοῖς ἐπικειμένων. Λύεται οὖν τοῦτο τῷ πολλάκις τὸν ἀέρα καὶ 43 οὐρανὸν καλεῖσθαι καὶ στερέωμα. Τὸ δὲ "6καὶ ἐγένετο οὕτως"6 ὁμοίως τοῖς φθάσασιν νοητέον. Τί δὲ "6καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα"6; Σημειωτέον ὡς οὐ λέγει περὶ τῶν κητῶν ὅτι "3ἐξαγέτω τὰ ὕδατα κήτη"3, ἀλλ' ὅτι αὐτὸς αὐτὰ πεποίηκεν. Ὑπερμεγέθη δὲ ταῦτα τυγχάνει, καθὰ καὶ οἱ ἱστορήσαντες ὑπερθαυμά- ζουσιν, ὡς καὶ νήσοις λέγειν αὐτὰ ἐμφερῆ εἶναι, εἰς ἃ πολλάκις φασὶν ἐξεληλυθέναι ἀνθρώπους ὡς εἰς χέρσον οἰομένους ἐξιέναι, τότε μόνον γινώσκοντες ὅτι κήτη εἰσίν, ὅτε αὐτὰ κινούμ̣ε̣να παρέχει τὴν αἴσθησιν. Πρόσσχες δὲ ἔτι καὶ τῷ "6ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν"6, ὅτι τὰ μὲν ὕδατα ἐξάγει αὐτῶν τὰ σώματα, αὐτῶν λέγω τῶν ἀπὸ τῶν ὑδάτων συστάντων, τὰ δὲ κήτη μετὰ τῶν ἄλλων ζῴων ποιεῖ Θεὸς τὴν ζωτικὴν αὐτοῖς παρέχων δύναμιν, οὐ δήπου τῶν σωμάτων προυποκειμένων καὶ οὕτω ψυχουμένων, -οὐ γὰρ ἔχει χωρὶς τὴν ζωὴν ἡ τῶν ἀλόγων ψυχή, -ἀλλ' ὅτι, ἅμα αὐτῶν ὑποστάντων θελήματι Θεοῦ, τὰ μὲν σώματα ἐκ τῶν ὑδάτων ἐξεληλυθέναι λέγει ἡ γραφή, τὰς δὲ ψυχὰς τὸν Θεὸν πεποιηκέναι, ὅ ἐστιν τὴν ψύχωσιν καὶ τὴν κίνησιν, οὐκ ἀπὸ τῶν ὑδάτων ἀλλ' ἐκ βουλήματος τοῦ Θεοῦ τοιούτου. Σαφὲς δὲ καὶ τὸ "6κατὰ γένη αὐτῶν"6, νοουμένου ἐνταῦθα τοῦ εἴδους ἀντὶ τοῦ γένους. "6Καὶ εἶδέν"6 φησιν "6ὁ Θεὸς ὅτι καλά."6 Ἐπὶ μὲν γὰρ τῶν προλαβόντων εἴρηται "6ὅτι καλὸν"6 διὰ τὸ ἢ ἓν εἶναι τὸ γινόμενον ἢ ἐν ἑνὶ τοῦ κόσμου μέρει συστῆναι· ἐπειδὴ δὲ τὰ νῦν διαφόρους χώρας εἴληχεν, ὡς τὰ μὲν αὐτῶν εἶναι ἀεροπόρα, τὰ δὲ ἔνυδρα, ἀκολούθως τὸ "6εἶδεν ὁ Θεὸς ὅτι καλὰ"6 εἴρηται. "6Καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεός."6 Τί δήποτε, ἐν τοῖς ἄλλοις τοῖς πρὸ τούτων μὴ προσκειμένης εὐλογίας, ἐνταῦθα εἴρηται· "6Καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεός"6; Καὶ ὅρα γε μὴ ἄρα διὰ τὸ ἐξ αὐτῶν διαδοχὴν συνίστασθαι τοῦτο προσετέθη. Οὐδὲ γὰρ κατὰ τοὺς ἀνθρώπους εὐλογοῦνται, περὶ ὧν εἴρηται· "6Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ