1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

20

"6εἶδεν ὁ Θεὸς ὅτι καλὰ"6 εἴρηται, οὐ καλόν· οὐ γὰ[ρ ἓν] ἦν ἔργον ἀλλὰ δι̣άφορα. Πρὸς ὅ τις ἐνστήσεται λέγων ὡς ἐ[πὶ μ]ὲν τοῦ φωτὸς καὶ στερεώματος καὶ ἡλίου καὶ τῶν ὁμοίων ἀκολούθως ἐπήνεκται "6ὅτι καλόν"6, περὶ δὲ θηρίων καὶ ἰοβόλων ἑρπετῶν πῶς τὸ "6ὅτι καλὰ"6 εἴρηται· φανερὸν γὰρ τὸ ἐν αὐτοῖς ἐ[πα]χθές. Πρὸς ὃ ἐρεῖ πρῶτον μὲν ὅτι, Θεοῦ ἔργον ὄν, καλὸν κ[αὶ ἐπ]αινετὸν ὑπάρχει, κἂν ὁ περὶ αὐτοῦ ἀκριβὴς λόγος κεκρυμ- μέ[νο]ς ἀφ' ἡμῶν ὑπάρχῃ, ἔπειτα εὕροι ἄν τις ἐραυνῶν τὸ χρήσιμον τῆς τούτων ὑπάρξεως, εἰ κατανόησαι τὸ ἐν ἑκάστῳ ζῴῳ φυσικόν, τοῦ μὲν τὸ ἥμερον συντελοῦν ἀνθρώποις καὶ ἐντρέπον τὸν [ἄ]γριον καὶ θυμώδη, τοῦ δὲ τὸ ἐπιμελὲς καὶ φροντιστικὸν διεγ[ε]ῖρ̣ον τὸν ἀμελῆ, καθὸ καὶ ἡ θε[ί]α τῶν Παροιμιῶν γραφὴ ἐντρέπ[ουσ]α τοὺς ὀκνηροὺς περὶ ἀνάλημψιν ἀρετῆς ὑποδείκνυσιν [ἀπὸ] τῶν ἀλόγων τὴν παραίνεσιν λέγουσα· "6Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ γενοῦ ἐκείνου σοφώτερος"6· εὕροι δὲ ὁ τοιοῦτος καὶ εἰς σωφροσύνην συντελοῦντα ἄλογα ζῷα καὶ εἰς τιμὴν γονέων καὶ ὅλω̣ς εἰς ἀρετήν, ἐκ τοῦ ἐλάττονος τὸν κατ' εἰκόνα γεγενημένον ἀμελοῦντα διορ- θούμενα, ἐντυχὼν τοῖς περὶ τῆς φύσεως αὐτῶν ἀναγρα- φεῖσιν. Τὰ μὲν οὖν τῆς ῥητῆς ἀποδόσεως ὧδε ἐχέτω· τὰ δὲ τῆς πνευματικῆς θεωρίας ῥητέον. Ἡ ἁμαρτάνουσα ψυχὴ ὑπὸ τὴν χύσιν τῶν γηΐνων παθῶν τυγχάνει φοροῦσα τὴν εἰκόνα τ̣ο̣ῦ χοϊκοῦ καὶ ὅλη γηΐνη οὖσα τῷ φρονεῖν τὰ ἐπίγεια· λέγεται γὰρ περὶ τῶν φαύλων· "6Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς"6, οὐ δήπου ταύτης, ἀλλὰ τῆς 51 κατὰ τροπολογίαν νοουμένης, καθ' ἣν εἴρηται περί τινων· "6Καὶ ἐβαθύνατε̣ εἰς τὴν κάθισιν"6, καί· "6Ἐξέτεινας τὴν δεξιάν σου καὶ κατέπιεν αὐτοὺς γῆ"6, καιτοὶ οὐχ ὑπὸ γῆς καταποθέντων. Τούτους οὖν τοὺς ὑπὸ γῆν ὄντας τὴν εἰρημένην ὁ τῆς μετανοίας ἐξάγει λόγος διὰ προστάξεως Θεοῦ γινόμενος καὶ ἔξω τῆς ἁμαρτίας ποιεῖ, ἵνα [ὁ] ἀποβάλλων τὴν εἰκόνα τοῦ χοϊκοῦ δέξηται τὴν τοῦ ἐ[που]ρανίου. Περὶ τῶν οὕτως ἐχόντων καὶ ἑαυτοῦ ὁ μακάριος Παῦλός φησιν· "6Συνήγειρεν καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις"6, ἵνα οἱ ἀπ' ἐντεῦθεν τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες καὶ τῆς τούτων διατριβῆς ἀξιωθῶσιν, καθὰ καὶ οἱ ἐναντίως πολιτευόμενοι κατάλληλον τοῖς τρόποις γηΐνοις οὖσιν καὶ καταλλήλου χωρίου πειραθῶσιν. Ἐξάγει οὖν πᾶσαν "6ψυχὴν ζῶσαν κατὰ γένος"6, τοῦ κατὰ γένος ἀκουόντων ἡμῶν "3κατὰ τάξιν"3. Οὐ γὰρ ἅμα τε ἀπέστη τις κακίας καὶ τὸ τέλος ἔχει, ἀλλὰ δεῖ προκ[ο]πῆς ἑκαστῷ τάγματι πρὸς τὴν τελείαν κατόρ- θωσιν ἀπ[ὸ] τῆς διαφόρου κακίας ἐπ' ἀρετὴν ἀγούσης, ἵνα οἱ μὲν ἵπποι ὄντες τῷ τρόπῳ, περὶ ὧν εἴρηται· "6Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ε᾿̣χρεμέτιξεν"6, ἀποβάλλοντες τὸ εἶναι τοιοῦτοι, ἵπποι ἀστεῖοι γένωνται, βαστάζειν ἀξιούμενοι τὸν λόγον τῇ τῆς ἀρετῆς μετουσίᾳ, ἵνα ἐν αὐτοῖς καὶ δι' αὐτοὺς λεχθῇ· "6Καὶ ἡ ι῾̣ππασία σου σωτηρία."6 Οἱ δὲ βόες εἰσὶ περὶ ὧν εἴρηται· "6Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ πάντως δι' ἡμᾶς λέγει ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν;"6 Ὅσοι οὖν ἀπὸ τοῦ ἐπὶ τὰ γήϊνα τὴν σπουδὴν ἔχειν πρὸς 52 τὰ θεῖα μετίασιν, οὗτοι οἱ προειρημένοι εἶεν βόες. Ἄλλοι δὲ νω̣θ̣ε̣ι῀̣ς καὶ βραδεῖς ὑπάρχοντες δίκην ὄνων καὶ ἀχθοφο- ροῦντες τ̣η`̣ν̣ κακίαν, καὶ διά τε τοῦτο νωθεῖς ὑπάρχοντες κατὰ τοὺς λέγοντας· "6Λέων ἐν ταῖς ὁδοῖς, ἐν ταῖς πλατείαις φονευταί"6, ὑπὸ π̣ρ̣ο̣σ̣τάξεως τοῦ Κυρίου τῆς τοιαύτης νωθείας ἐλευθεροῦνται, ὧν συ´̣μβολον φέρει ὁ ὑπὸ τῶν ἀποσταλέντων πρὸς τοῦ Κυρίου μαθητ̣ω῀̣ν̣ εἰς τὴν κατέναντι κώμην ὄνος λυ[ό]μενος ὅπ̣ω̣ς ὁ Κύριος ἐπ' αὐτὸν καθίσας δεσμῶν καὶ ἀλογίας κ[α]ὶ νωθείας ἐλευθερώσῃ τοὺς ὑπ' αὐτοῦ δηλουμένους κτηνώδεις ἀνθρώπους. Ἀλλὰ καὶ κάμηλοι κατὰ τὸν τρόπον εἰσὶν ἄνθρωποι, οἵτινες δυσκόλως ἐ´̣χουσιν εἰσιέναι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οἳ καὶ αὐτοὶ ἐλευθεροῦνται ἀπαλλαττόμενοι τῶν βλα<βε>ρῶν φορτίων τῆς κ̣ακίας, ἅπερ ἐπηχθισμένοι