1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

23

ἀνθρώπου χρώμενός φησιν· "6Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων."6 ∆έδεικται δὲ ὅτι οὐ κατὰ τὸ σύνθετος εἶναι εἰκών ἐστιν· ὁ μὲν γὰρ ἀσώματος καὶ νοερὰ οὐσία ἐστίν, ὁ δὲ σῶμα ἔχει μεμορφω- μένον. Ἑτέρως ἄρα δεῖ λαβεῖν τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτὸν γεγονέναι. Ὁ Θεὸς οὖν πεποιηκὼς τὰ ὅλα πάντων τε ἄρχων καὶ προ<ηγ>ητὴς ὑπάρχων-ὡς γὰρ δημιουργὸς οὕτω καὶ ἄρχων καὶ βασιλεύς ἐστιν-ποιήσας τὸν ἄνθρωπον ὥστε καὶ ἄρχειν τῶν δι' αὐτὸν γενομένων θηρίων, κτηνῶν, πτηνῶν, δείκνυσιν εἰκόνα κατὰ τὸ ἄρχειν ἑαυτοῦ εἶναι τὸν ἄνθρωπον. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, ἀπὸ τῆς ἀποστολικῆς λέξεως ἔστι μαθεῖν· "6Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι κεφαλὴ παντὸς ἀνδρὸς ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ τῆς γυναικὸς ὁ ἀνήρ."6 Ὡς γὰρ ἄρχεται ὑπὸ τοῦ Χριστοῦ ὁ ἀνήρ, οὕτως ἄρχεται καὶ ἡ γυνὴ ὑπὸ τοῦ ἀνδρὸς ἔχουσα αὐτὸν κεφαλήν. Κατὰ γὰρ ἀναλογίαν ἡ ὁμοιότης λημπτέα, ἥτις οὐκ ἐν ταῖς αὐταῖς ὕλαις ἔχει τὴν ὁμοιότητα, καθὸ λέγομεν ὅτι, ὃν ἔχει λόγον ἰατρὸς πρὸς τὸ ποιεῖν ὑγείαν, τοῦτον ἔχει τὸν λόγον οἰκοδόμος πρὸς τὸ κατασκευάζειν οἰκίαν· ποιητικὸς γὰρ ἑκάτερος ἔργου τινός. Ἐπεὶ οὖν μιμεῖται τὸν Θεὸν ὁ ἄνθρωπος λογικὸς γεγενημένος κατὰ τὸ ἄρχειν τῶν ὑποκειμένων αὐτῷ, κατὰ τοῦτο δύναται εἶναι κατ' εἰκόνα καὶ ὁμοίωσινΘεοῦ. Ἔστιν δὲ μάλιστα κατὰ προηγουμένην διάνοιαν ἐκλαβεῖν τὸ προκείμενον· προείρηται κυρίως ἄνθρωπος εἶναι ὁ νοῦς καὶ ἡ ψυχή· αὕτη μετέχουσα Θεοῦ ἐξ αὐτῆς τῆς μετουσίας εἰκὼν αὐτοῦ γίνεται, καθὸ λέγομεν εἰκονίζ[ει]ν τὴν ἀρετὴν τὸν μετέχοντα αὐτῆς, ὅπερ ἐπιστάμεν[ος] καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλός φησιν οἷς προτρέπεται κατὰ 58 Χριστὸν εἰκονισθῆναι· "6μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν"6, διδάσκων ὅτι ἡ περὶ Χριστοῦ νόησις ἀληθὴς ἐγγι- νομένη ψυχῇ χαρακτηρίζει καὶ εἰκονίζει αὐτὴν κατ' αὐτόν. "6Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν"6· εἰκὼν τοῦ Θεοῦ ἐστιν ὁ Υἱὸς αὐτοῦ ὁ μονογενής· Παῦλος τοῦτο διδάσκει γράφων· "6Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου"6, εἰκὼν δὲ οὐσιώδης καὶ ἀπαράλλακτος· "6Ὁ"6 γὰρ "6ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα."6 Ἐὰν οὖν εἴρηται πρὸς τοῦ Θεοῦ· "6Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν"6, οὐ δεῖ διαφόρους τὰς εἰκόνας λαμβάνειν· οὐ γὰρ ἄλλη Πατρὸς καὶ ἄλλη Υἱοῦ τυγχάνει· εἰ γὰρ ὁ ἑωρακὼς τὸν Υἱὸν εἶδεν καὶ τὸν Πατέρα καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ ὁ Υἱός ἐστιν κατὰ τὸν μακάριον Παῦλον, οὐ δεῖ ἑτέραν εἰκόνα ἐννοεῖν. Οὐ γάρ τι τῶν γενητῶν εἰκονίζει καὶ χαρακτηρίζει κατ' οὐσίαν τὸν Θεόν. ∆ιόπερ οὐκ εἴρηται· Ποιήσωμεν τὸν ἄνθρωπον εἰκόνα, ἀλλὰ κατ' εἰκόνα, ὅπερ ἐστιν ἀπ' ἐκείνης εἰκονισθῆναι καὶ μιμήσασθαι ταύτην· χωρητικὸς γὰρ κατεσκευάσθη ὁ ἄνθρωπος τῆς εἰκόνος. ∆εῖ δὲ κατανοεῖν ὅτι δύο τινά ἐστιν ἅ φησιν ὁ Θεὸς γενέσθαι λέγων· "6Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν"6· οἶμαι γὰρ ὅτι ἡ ὑπερβάλλουσα ἐμφέρεια ἀπαράλλακτος ὁμοιότητα ἐμφαίνει, ὡς εἶναι τὴν μὲν ὁμοιότητα καὶ εἰκόνος ὑπερβολήν, οὐ πάντως δὲ τὴν εἰκόνα οὕτως ἠκριβάσθαι ὡς ἀπαράλλακτον ἔχειν ὁμοι- ότητα. Ὡσπεροῦν ἀρχὴ καὶ προοίμιον ὁμοιώσεως εἴη ἂν ἡ εἰκών. Πρῶτον οὖν δεῖ γενέσθαι αὐτὸν κατ' εἰκόνα, εἶτα καθ' ὁμοίωσιν, τὸ δὲ πρῶτον οὐ χρόνῳ δεῖ λαβεῖν καὶ μάλιστα ὅτε πρώτη ποίησις τοῦ ἀνθρώπου ἦν, ἀλλὰ κατ' ἐπί- νοιαν. Καὶ ὅτι τοῦθ' οὕτως ἔχει, ἐπιφέρει τὸ συγγραφικὸν Πνεῦμα· "6Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν"6. οὐκέτι προσθεὶς τὸ καθ' ὁμοίωσιν. Ὁ γὰρ ν[οῦς] προσελθὼν τῇ θεοσεβείᾳ τυποῦται μὲν κατὰ τὴν εἰκόνα τ[οῦ Θ]εοῦ, ὕστερον δὲ διὰ προκοπῆς τῆς 59 ἐπὶ τελειότητα καθ' ὁμοίωσιν Θεοῦ γίνεται ὅπερ <παρ>ι- στα`̣ς ὁ μακάριος Ἰωάννης φησίν· "6Ἀγαπητοί, νῦν τέκνα Θεοῦ ἐσμεν καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα."6 Ἤδη γὰρ κατ' εἰκόνα ὄντες ἐλπίζουσιν καθ' ὁμοίωσιν γενέσθαι. Ὅτι δὲ αὕτη