24
ἔρρωται ἡ διάνοια, καὶ Παῦλος μαρτυρεῖ προτρεπόμενός τινας προκόπτειν κατ' ἀρετὴν λέγων· Ἵνα γίνησθε κατ' εἰκόνα τοῦ κτίσαντος, καίτοι ἤδη ὄντας οὕτω κατὰ τὸν λόγον τῆς οὐσιώσεως. Ὃ λέγει οὖν τοιοῦτόν ἐστιν, ὅτι πᾶς ἄνθρωπος, ᾗ μὲν δημιούργημα Θεοῦ ἐστιν, δεκτικὸς λόγου τυγχάνων, κατ' εἰκόνα ὑπάρχει, χωρητικὸς ὤν, ὡς εἴπομεν, τῆς εἰκόνος καὶ ἐπιτηδείως ἔχων πρὸς μετουσίαν αὐτῆς, εἰ δὲ κατ' ἐνέργειαν τοῦτο προσλάβοι, ὥσπερ ὁ ἐξ ἀρχῆς δημιουργηθεὶς ἄνθρωπος, ἔχει ἤδη ἐν ἑαυτῷ ἐνεργοῦν τὸ κατ' εἰκόνα. Καὶ ἔστω ἐπὶ παρα- δείγματος σαφὲς τὸ λεγόμενον. Ὁ ἄνθρωπος λογικός ἐστιν· καὶ αὕτη ἡ οὐσιώδης ἐπιτηδειότης ὑπάρχει καὶ τῷ βρέφει, τὸ δὲ λογικὸν οὔ· ἔχει οὖν καὶ τὸ βρέφος ταύτην τὴν δύναμιν· συμπληρωθέντος γοῦν τοῦ λόγου ἐπιδείκνυται ταῦτα, ἐὰν πρὸς παίδευσιν ῥέψῃ. Οὕτω καὶ τὸ κατ' εἰκόνα, ἕως μὲν οὐκ ἐπιχώννυται, φέρει τῆς πρώτης δημιουργίας τὴν ἀξίαν, ἐπὰν δὲ προσχωσθῇ κακία καὶ μοχθηρία, δεῖ δέξασθαι τὸ σάρον κατὰ τὰ ἐν εὐαγγελίῳ εἰρημένα, ὅπερ ἐστὶν ὁ τῆς μετανοίας λόγος, ἵν' ἀναπτύ- ξαντες τὴν ἐπικειμένην ἀχλὺν τοὺς τύπους τῆς εἰκόνος φανερώσωμ[εν]. Τὸ δὲ "6καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς [κα]ὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς"6 κατὰ [τὴν] προτέραν διήγησιν ἐμφαίνοι ἂν 60 τὸ ἀρχικὸν τοῦ ἀνθρώπου κατὰ τῶν ὑποτεταγμένων αὐτῷ ζῴων. Θαυμάσαι γὰρ ἄν τις πῶς τὰ πάνυ ὑπὲρ τὴν δύναμιν αὐτοῦ τυγχάνοντα καὶ ἄγρια ἅμα καὶ βλάπτειν πεφυκότα καὶ προσέτι ὑπερμεγέθη πάγαις τισὶν καὶ δικτύοις ἀγρεύει· οὐκ ἂν δὲ τοῦτο οὕτως ἐγίνετο, εἰ μὴ ἀρχὴν κατ' αὐτῶν εἶχεν θεόθεν. Ἔσθ' ὅτε γὰρ καὶ ὑπὸ κομιδῇ παιδίου ἢ ἄλλως ἀνθρώπου ἀσθενοῦς ἀγέλαι πολυπληθεῖς διαφόρων ζῴων ἐλαύνονται, ὅπερ σαφῶς ἐπιδείκνυσιν θείαν τινὰ δύναμιν ἐνεῖναι τῷ λογικῷ ζῴῳ, καθ' ἣν αὐτῷ ταῦτα ὑποτέτακται. Ἀρχὴ δὲ οὐδὲν ἕτερόν ἐστι ἢ νόμιμος ἐπι- στασία. Οὐδὲν γοῦν τῶν ἄλλων ἄρχει τοῦ ὁμογενοῦς· κἄν ποτε δὲ ὁ καλούμενος κτίλος πρόβατον ἐξάρχῃ ἀγέλης κατὰ τὸ προηγεῖσθαι, οὐ λογισμῷ κατὰ τοῦς ποιμένας ἀνθρώπους, φύσει δὲ τοῦτο δρᾷ. Γέγονεν δὲ ἄνθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, ἵνα ἄρχῃ τῶν εἰρημένων. Ἐπειδὴ δὲ καὶ κατ' ἄλλην διάνοιαν τὸν νοῦν τοῦ ἀνθρώπου λέγομεν εἶναι ἄνθρωπον, κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ προσταχθέντα γενέσθαι, καταλλήλως λαμβάνομεν αὐτὸν ἄρχειν θηρίων ἐκείνων περὶ [ὧν] εὐχὴν ἀναπέμπων φησὶν ὁ ἅγιος· "6Μὴ παραδῷς τοῖς θηρίο[ις] ψυχὴν ἐξομο- λογουμένην σοι"6, ἅπερ εἶεν αἱ ἀντικείμεναι ἐ[νέρ]γειαι, ὧν ἔξω γενέσθαι τὴν ἐξομολογουμένην ψυχὴν εὔχεται, ἢ λογισμοὶ πονηροὶ παρ' αὐτῶν ὑποβαλλόμενοι. Πάλιν τῷ Ἰὼβ λέγεται· "6Ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίει"6, οὐχ ὅτι τὰ κατὰ τὸ πρόχειρον θηρία παρὰ τῷ Ἰὼβ ἐξήλλακται τὴν φύσιν, ἀλλ' ὅτι τὸ ἀτίθασον τῶν ἐναντίων δυνάμεων ἐξημεροῦτο μὴ σθένον πρὸς τὸ μέγεθος τῆς ἀρετῆς τοῦ ἁγίου. Καὶ πολλὰ ἔστιν εὑρεῖν ἐν τῇ γραφ[ῇ] ζῷα μυστικῶς ἀναγόμενα. Καὶ γὰρ ἰχθύες εἰσὶν συμβο- λικῶς καλούμενοί τινες ἐν ἀνθρώποις, οὓς ἑλκεῖ ἡ βληθεῖσα βασιλεία τῶ[ν οὐρα]νῶν εἰς τὴν θάλασσαν. Ἀπὸ γὰρ παντὸς γένους, τοῦτ' ἔστιν ἀ[πὸ] παντὸς ἤθους ἀνθρώπων καὶ ἔθνους ἄγει τὸ κήρυγμα τοῦ λόγου. Ἄρχει οὖν καὶ τῶν 61 ἰχθύων τούτων. Καὶ πετεινὰ δέ εἰσιν νοητά, τὰ μὲν ψεγόμενα, τὰ δὲ ἐπαινούμενα· "6Νεοσσοί"6 φησιν "6γυπῶν τὰ ὑψηλὰ πέτοντα"6, καὶ περὶ τοῦ καταλαλοῦντος πατρὸς ἢ μητρὸς εἴρηται· "6Ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν"6, ἅπερ ἐπὶ ἱστορίας οὐκ ἂν εἴη, ἐπὶ παντὸς τόπου δυνατοῦ ὄντος εὑρίσκεσθαι κακολογοῦντα τοὺς γονεῖς, κοράκων πανταχόσε μὴ εὑρισκομένων· ἀλλὰ δῆλον ὡς τούτῳ τῷ σφάλματι ἐνεχόμενος ὑπὸ σκοτίων ἐνεργειῶν τρόπον τινὰ δαμάζεται καὶ κατεσθίεται, αἵτινες ταπειναὶ τυγχάνουσιν, φάραγξιν ἐνδιατρίβειν εἰωθυῖαι. Καὶ ἐπὶ τῶν ἄλλων ὁ φιλόκαλος εὑρήσει καὶ