25
ἐπαινετῶς καὶ ψεκτῶς ζῷα λαμβανόμενα. Ἄρχειν οὖν ὁ ἄνθρωπος τούτων ἁπάντων τέθειται, κατ' εἰκόνα Θεοῦ γεγονώς. Οἱ ἀπόστολοι εἰς ταύτην τὴν κατάστασιν ἐληλυθότ[ε]ς ὥστε κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι ἦρχον τῶν ἰχθύων τ[ῆ]ς νοητῆς θαλάσσης, ἁλεεῖς ὑπὸ Χριστοῦ γεγενημένοι εἰπόντος πρὸς αὐτούς· "6∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλεεῖς ἀνθρώπων"6, ὡς καὶ τῷ Πέτρῳ· "6Ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν"6, τοὺς ἐν τῇ εἰρημένῃ δηλονότι θαλάσσῃ ἐννη- χομένους. Ὅτι δὲ καὶ θηρίων ἄρχοντες ἦσαν, ἐξουσίαν εἰλήφασιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀλλὰ καὶ ἐν τῷ ψαλμῷ δείκνυται ὡς παρὰ Θεοῦ ἐξουσία τῷ δικαίῳ κατὰ τῶν τοιούτων δέδοται, λέγοντος τοῦ ἁγίου Πνεύματος πρὸς τὸν ἐνάρετον· "6Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα."6 ∆έδωκεν δὲ αὐτοῖς καὶ τῶν πετεινῶ[ν] ἐξουσίαν τῶν ἁρπαζόντων τὸν ὑπὸ τοῦ λόγου πεμπόμενον σπόρον, ἵνα θηρεύοντες αὐτὰ πόρρω αὐτοὺς ἀποπέμπωσιν, ἔτι δὲ καὶ τῶν κτηνωδεστέρων ἀνθρώπων, περὶ ὧν εἴρηται· "6Μὴ γίνεσθε [ὡ]ς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις"6, καί· "6Ἵπποι θηλυμαν[εῖ]ς ἐγενήθητε."6 Ἄρχουσι δὲ τούτων ἁπάντων 62 οἱ ἅγιοι μετατιθέντες αὐτοὺς ἀπὸ τῶν χειρόνων ἐπὶ κρείτ- τονα διὰ τοῦ λόγου. Ἀλλὰ καὶ τῶν ἑρπετῶν ἐξουσίαν εἴληφεν ἄνθρωπος, ἅπερ εἰς τὰς ἡδονὰς καὶ τ[ὰ] πάθη ἀναφέρων οὐκ ἂν ἁμάρτοις, ἀπεχόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν ἐν τῷ κατεξανίστασθαι αὐτῶν καὶ νεκροῦν "6τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, κακήν"6. Καλῶς δὲ κατὰ τῆς ἀνταποδόσεως ἔχει λεγούσης· "6Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν."6 Τῆς γὰρ προστάξεως περιεχούσης, πρὸς τῷ "6κατ' εἰκόνα"6, "6καὶ καθ' ὁμοίωσιν"6 αὐτὸν γενέσθαι, ἡ ἀνταπόδοσίς φησιν ὅτι "6κατ' εἰκόνα ἐποίησεν αὐτόν"6, οὐ προσθεῖσα τὸ "6καθ' ὁμοίωσιν"6, περὶ οὗ ἐν τοῖς ὀλίγῳ πρότερον διειλήφαμεν. Τὸ δὲ "6ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ[τ]οὺς"6 ἐξεταστέον, πῶς, περὶ ἑνὸς ἀνθρώπου προστάξαντος τοῦ Θεοῦ, ἡ ἀνταπόδοσις λέγει· "6Ἐποίησεν αὐτούς."6 Καὶ εἴη ἂν κατὰ τὸ ῥητὸν ἀπόδειξις αὕτη τοῦ ὁμοούσιον εἶναι τὴν γυναῖκα τῷ ἀνδρί, ὑπὸ ἓν εἶδος αὐτῶν ταττομένων καὶ διὰ τοῦτο εἰρημένου τοῦ "6ποιήσωμεν ἄνθρωπον"6· τὸ δὲ "6ἄρσεν καὶ θῆλυ"6 παραστατικὸν τῶν τμημάτων <ὧν> τῆς διαδοχῆς ἕνεκεν ὁ Θεὸς ᾠκονόμησεν, ἐμφαῖνον ἅμα ὡς καὶ ἡ γυνὴ "6κατ' εἰκόνα Θεοῦ"6 ἐστιν, τῶν αὐτῶν δεκτικοὶ ἀμφότεροι, μιμήσεώς τε τῆς πρὸς Θεὸν καὶ τῆς τοῦ ἁγίου Πνεύματος μετουσίας καὶ ἀναλήμψεως ἀρετῆς. Καὶ ἐπεὶ ἐλέγομεν δηλοῦσθαι τὴν ἀνθρώπου π[ρο]σηγο- ρίαν καὶ ἐπὶ τοῦ νοῦ καὶ ψυχῆς, νοήσομεν κατ' ἀναγωγὴν οὕτω τὸ "6ἄρσεν καὶ θῆλυ"6, ὡς ὁ μὲν δυνάμενος διδα- σκ[α]λικὸς εἶναι, ὡς τὸν τοῦ λόγου σπόρον εἰσ̣ι̣έναι ταῖς παραδέξ[ασ]θαι δυναμέναις ψυχαῖς, οὕτως ἂν ἄρρην εἴη, 63 ἐκείνων συμβ[ολι]κῶς τὸν θήλεος ἐπεχόντων τόπον τῶν ἀφ' ἑαυτῶν μὲν τίκτειν οὐδὲν δυναμένων, τὰς δὲ παρ' ἑτέρων παιδεύσεις δεχομένων δίκην σπόρου. Καὶ ἐπὶ μὲν τοῦ αἰσθητοῦ παρὰ Θεοῦ τὸ θῆλυ καὶ τὸ ἄρρεν γίνεται, ἐπὶ δὲ τοῦ νοητοῦ ἑαυτῷ τις καὶ ἀπὸ τῆς ἰδίας προαιρέσεως ἢ διδασκάλου χώραν ἐπέχει, ὅς ἐστιν ἄρρην καὶ τῶν ἀγαθῶν σπορεύς, ἢ μαθητὴς τὸν ἑτέρου σπόρον δεχόμενος καὶ θῆλυ κατὰ τοῦτο τυγχάνων. Καὶ οὕτω μὲν ἄν τις νοήσαι τὰ μείζονα πρὸς τὰ ὑποδεέστερα τῶν λογικῶν δεχόμενος. Εἰ δὲ ὡς πρὸς τὸν Λόγον τοῦ Θεοῦ τις ἐκλαβεῖν βούλοιτο, πᾶσα ἡ λογικὴ φύσις θήλεος πρὸς αὐτὸν ἔχοι τάξιν. Νυμφίος ἐστὶν οὗτος τῆς λογικῆς οὐσίας· "6<Ὁ> ἔχων"6 γὰρ "6τὴν νύμφην νυμφί[ος ἐσ]τίν."6 Καὶ ἐν τῷ Ἄισματι δὲ τῶν ᾀσμάτων καὶ ἐπιθαλάμι[ος] ὕμνος ᾄδεται νύμφης πρὸς νυμφίον, τῆς ἐκκλησίας ν[ύ]μφης νοουμένης ἢ τῆς τελείας ψυχῆς τῆς ἤδη δυναμέ[νη]ς ἁρμοσθῆναι τῷ Λόγῳ, ὅστις σπορεὺς ὑπάρχει πάσης λογ[ι]κῆς οὐσίας, ταύτης δεχομένης τὴν παρ' αὐτοῦ