1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

26

ὠφελίαν ἔν τε ἠθικοῖς καὶ τοῖς τῆς ἀληθείας δόγμασιν. Καὶ ἐπὶ μὲν τῶν αἰσθητῶν ἐξαλλαγὴν γενέσθαι τῆς φύσεως ἀδύνατον, ἐπὶ δὲ τῶν νοητῶν ὁ νῦν μαθήματα δεχόμενος καὶ διὰ τοῦτο ἐν τάξει θήλεος ὑπάρχων εἴη ἄν ποτε ἐκ προκοπῆς ἀνὴρ ὡς ἄλλων γενέσθαι διδάσκαλος, ὡς καὶ ἀνάπαλιν ἐκ ῥᾳθυμίας ἀποβαλεῖν τις δύναται τὸ διδάσκαλος εἶναι ὥστε μάλα μόγις δύνασθαι δέξασθαι παρ' ἄλλου ἃ αὐτὸς πρότερον τοὺς [ἄλλο]υς ἐπαίδευεν. Καὶ εἴη ἂν μαρτύ- ριον τῶν δεχομένων τὰς τοῦ Λόγου σπορὰς τὸ "6ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβο<με>ν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς"6. ῾Ο̣ φόβος δὲ τὴν [ἁγί]αν ἐργάζεται σύλληψιν περὶ Θεοῦ· εἴρηται· "6Ὁ φόβος Κυρίου ἁγν[ός], διαμένων εἰς αἰῶνα αἰῶνος"6, 64 καί· "6Φόβος Κυρίου πάντα ὑπερέβαλεν"6, ὅντινα ἔχων τις καὶ ἐν αὐτῷ προκόπτων ὡς καὶ ἀνὴρ γενέσθαι γυναικὸς νοητῆς καὶ διὰ τοῦτο μακαρίζεσθαι, λέγοντος τοῦ ψαλμοῦ· "6Μακάριος εἶ καὶ καλῶς σοι ἔσται, ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου, οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον"6, ὅπερ κατὰ τὴν ἱστορίαν οὐκ ἔχει τὸ ἀναντίρρητον, πολλῶν φοβουμένων τὸν Θεὸν ἀτέκνων διατελεσάντων ἢ μέχρι γήρως κατὰ τὸν Ἀβραὰμ καὶ τὸν πατέρα τοῦ Ἰωάννου Ζαχαρίαν διαμεινάντων. Ὃ λέγει τοίνυν τοιοῦτόν ἐστιν· ἡ γνώμη καὶ ἡ πίστις ἣν παρείληφεν ὁ μακαριζόμενος γυνή ἐστιν συνοικοῦσα αὐτῷ, ἔργα καὶ λόγους καὶ νοήματα θεῖ[α γ]εννῆσαι δυναμένη· εἴρηται γάρ· "6Ἡ σοφία τίκτει ἀνδρὶ φρόνη[σι]ν"6, καὶ ὁ σοφός φησιν περὶ αὐτῆς· "6Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς"6, τῆς σοφίας δηλονότι, καὶ "6ἤγαγον αὐτὴν πρὸς συμβ[ίωσι]ν ἐμαυτῷ."6 Ὁ φοβούμενος οὖν τὸν Κύριον ταύτην ἔχει σύνοικον τὴν σοφίαν, τὴν πίστιν, τὴν ἀρετήν, ἀφ' ἧς οὐδὲν θῆλυ γεννᾷ ἀλλὰ πάντα ἄρρενα· οὐ γεννᾷ γὰρ πρᾶξιν καταγιγνωσκομένην ἢ νόημα σαθρὸν ἢ ἐλεγχόμ[ε]νον ἀλλὰ πάντα εὔτονα καὶ ἰσχυρά· "6Οἱ υἱοί σου"6 γάρ φησιν "6ὡς νεόφυτα ἐλαιῶν"6, ἅπερ φέρει ἔλαιον τρεπτικὸν φωτὸς καὶ λυτήριον πόνων. Ὁ γὰρ πνευματικὸς ἀεὶ προκόπτων πρᾶξιν ἔχει ἐλαίου δίκην, ἐπιχεομένην τῷ ἑαυτοῦ φωτί, ὃ καὶ εἰς ἀνδρείαν καὶ ἀγῶνας τοὺς κατὰ τῆς ἀντικειμένης ἐνεργείας συντελεῖ. "6Ἄρσεν"6 οὖν "6καὶ θῆλυ"6 κατὰ τὴν εἰρημένη̣̣ν διάνοιαν ἐκλαμβάνοντες, τ̣ὸν μὲν διδάσκοντα ἄρρενα, τὸν δὲ πρὸς διδασκάλου ἢ τοῦ Λόγου [τοῦ Θεοῦ] δεχόμενον τὰς γονὰς καὶ μορφοῦντα αὐτὰς καὶ τελεσιου[ρ]γοῦντα θῆλυ, τὰς θείας ἀρετὰς ἀπογεννῶντα, ἐξ ὧν καὶ εἰς ἄνδρα τέλειον ἀχθήσεται. ι, 28-31. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων· Αὐξάνεσθ[ε καὶ] πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν καὶ κατα- 65 κυριεύσατε α[ὐτῆ]ς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ [τ]ῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρ[το]ν σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τ[ῆ]ς γῆς, κ[α]ὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπό[ριμον] ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσιν τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ τῷ [ἕρπον]τι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν αὑτῷ ψυχὴν ζωῆς, καὶ πάντα χ[όρτον] χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Καὶ εἶδεν ὁ [Θεὸς τὰ] πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένε[το ἑσπ]έρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Τὸ "6καὶ ἐ[ποί]η̣σεν αὐτοὺς"6 π̣[ερὶ ἀν]δρὸς καὶ γυναικὸς εἰρημένον οὐ ξενισ[τ]έον εἰ ἀρσεν̣[ικῷ χα]ρακτῆρι ἐξενήνεκται· ἔδει γὰρ ἀπὸ τοῦ ἐν̣τιμοτέρου τ̣[ὴν ὀν]ομα- σίαν ἀμφοτέρων ποιήσασθαι. Οὐδέποτε γάρ τι[ς περὶ] ἀρρένων καὶ θηλειῶν διαλεγόμενος προέκρινεν ἀπὸ [τῶν] θηλειῶν πο[ι]ήσασθαι τὴν σημασίαν. "6Ε̣υ᾿̣λ̣ο´̣γησεν αὐ[τοὺς]"6 ω῾̣ς συμπληρῶντας τὴν συμ- βίωσιν καὶ τῆς διαδ[οχῆς ἀ]ρχ̣ομένους. Τοῦτο γὰρ καὶ ἐπήγαγεν λέγων· "6Αὐξά[νεσθ]ε καὶ πληθύνεσθε"6, τὴν τέκνωσιν δηλῶν καὶ τὴν ε[ἰς τοῦ]το