1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

27

ἐπιτηδειότητα ἀκώλυτον̣ εἶναι καὶ ἀπαραπόδισ[τον, κ]αθ' ἣν γονεῖς ἔμελλον ἔσεσθαι τῶν ἐξ α[ὐ]τῶν, οἳ κα[τὰ τ]ὸ θεῖον πρόσταγμα πληροῦν ἔμελλο[ν] τὴν γῆν. Ε[ἴρητ]αι γάρ· "6Καὶ πληρώσατε τὴν γῆν"6, ὅπερ φρο[νι]μώτερον [νοεῖν] δ̣εῖ· εἰ δὲ μή γε, μάχεται τῷ ἐνταῦθα λεγομένῳ τ[ὸ ··· παρ]οιμίας φερόμενον· "6Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτου[ς."6 Καὶ γ]άρ εἰσιν ἀοίκητοι χῶραι καὶ τόποι. 66 Τὸ "6πληρώσατε τὴν γῆν"6 τὴν πρὸς οἴκ̣[η]σ̣ιν εἰλημμένην ἀκου̣στε´̣ον κατὰ τὸ προσυπακούειν τῷ "6πληρ̣ω´̣σατε τὴν γῆν"6 τὴν ε̣ἰς τοῦτο ἔχουσαν ἐπιτηδείως̣. "6Καὶ κα[τ]ακυριεύσατε αὐτῆς"6, ὅπερ τὴν ἐπιτεταμένην ἐξουσίαν [σ]ημ[αί]νει. Οὐ γὰρ μέρους ἐξουσιάζων κατα- κυριεύειν λέγεται. Τ[οῦτο] δ̣ὲ τῷ ἀνθρώπῳ Θεὸς δεδώρηται, ὡς παρεστήσαμεν, ἵνα γεω[ργήσι]μον καὶ τὸ μεταλλεύσιμον ὁ ἐν διαφόροις καὶ πολλαῖς ὕλαις [·····]υς ὑπ' αὐτὸν ὑπάρχῃ. Καὶ γὰρ χαλκὸν καὶ σίδηρον καὶ ἄργ[υρον κα]ὶ χρυσὸν καὶ πολλὰ ἄλλα ἐκ γῆς ἄνθρωπος δέχεται, ἥτις α[ὐ]τῷ [καὶ ε]ι᾿̣ς τροφὴν ἀνεῖται καὶ σκέπην. Καὶ ἐπὶ τοσοῦτον τὴν δεσπ[οτείαν] τῆς γῆς ἐδέξατο ἄνθρωπος ὡς καὶ μετατρέπειν αὐτὴν διὰ [τέχνης], ὅταν εἰς ὕελον καὶ ὄστρακον μετάγηται καὶ τὰ ὅμοια. Τ[οῦτ' αὐτ]ὸ γὰρ δηλοῖ τὸ καὶ πάσης τῆς γῆς ἄρχειν τὸν ἄνθρωπον. Ἐπάγε̣[ται δὲ τ]ὸ "6ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετε[ινῶν το]ῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν"6. Καὶ γάρ, ὡς ἤδη καὶ πρό[τερον εἴ]ρηται, πάγαις καὶ μηχα- ναῖς τισιν καὶ ἀ[γ]κίστροις ἀνθρώποις [····]·τα ταῦτα τυγχάνει, ὡς καὶ τὰ φοβερώτατα οἷον λέ[ων τε] καὶ πόρδαλις, οἷς ἡ φύ[σις] ἀγριωτάτη τιθασ[εύε]σθαι πολλάκ̣[ις ὑ]πὸ χεῖρα ἀνθρώπων. Καὶ οὕτως ἡ κατ' αὐτῶν ἀρχὴ ὑπά[ρ]χει, τοῦ Θεοῦ τα[ύτην αὐ]τοῖς παρασχόντος. ∆̣ε̣ι῀̣ δὲ εἰδέναι ὡς διάφορος ὁ τῆς ἀρχῆς [ὑπάρχ]ει τρόπος. Ἀρχὴ μὲν οὐ῀̣ν ἐστι νόμιμος ἐπιστασία τοῦ τε ἄρ[χοντος] καὶ τοῦ ἀρχομένου· ὁ γὰρ νόμος δίδωσιν ἐξουσίαν καὶ ·[····] α᾿̣ρχῆς τῷ ἄρχοντι καὶ τῷ ὑπηκόῳ, ἵνα κατὰ ταὐτὸν καὶ ἄρχ[ων ἄρ]χῃ καὶ ὁ ὑπήκοος ὑποτάττηται, ὑφηγουμένου τοῦ νόμο[υ ὅτι οὕ]τω ποιητέον. Ἄλλως παρὰ τοῦτον ἄρχει μαθητῶν διδάσ[καλος, κ]αὶ ἑτέρως δούλων δεσπότης καὶ στρατηγὸς στ[ρ]ατοπέδο[υ. Τῶν] 67 ἀλόγων οὖν ζῴων διαφόρως ἄρχει ὁ ἅνθρωπος, ὡς̣ ε̣ἴρηται, τῶν μὲν ἡμέρων οὕτως, τῶν δὲ ἀγρίων πρὸς ὃ πεφ̣υ´̣κασιν· οὐ γὰρ ἅπαντα βρωτά, ἀλλ' ἤδη τινὰ καὶ πρὸς θερα̣π̣είαν ἐστὶν καὶ πρὸς ἑτέραν συντελοῦντα χρείαν, ἣν ὁ φυ̣σ[ι]ολογῶν εὑρήσει. Ἑξῆς τούτοις ἐστὶν τὸ "6Καὶ εἶπεν ὁ [Θεός· Ἰ]δοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖ[ρον σ]πέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς"6. ∆έδωκεν γὰρ ὁ [Θεὸς ἐξ]ουσίαν καὶ γνῶσιν, ἵνα γιγνώσκῃ ὁ ἄνθρωπος ποῖον τῶν ἐ[πάνω] τῆς γῆς σπορίμων εἰς τροφὴν χρήσιμόν ἐστιν καὶ π̣[οῖον εἰ]ς θεραπείαν καὶ ποῖον εἰς ἑτέραν χρείαν. ∆ιαφόρα δ[ὲ φύσις] τούτοις· τὰ μὲν γὰρ αὐτῶν δένδρα, τὰ δὲ λαχανώδ̣[η, τὰ δὲ] πόαι, καὶ ἐπὶ πάντων τὰ μὲν ἐδώδιμα, τὰ δὲ π[ρὸς ἄλλην] χ̣ρῆσιν εὖ ὄντα. Χρείαν οὐκ ἀγνοητέον μὲν το[ύτων κα]τ̣ὰ τὴν πρὸ ταύτης πρόσταξιν -ὅτε εἶπεν ὁ Θεό[ς· "6Βλαστη]σάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατ[ὰ γένος]"6, ἐπάγει· "6καὶ ξύλον κάρπιμον π̣[ο]ι̣οῦν καρπόν"6, ὅτι διαφ[έρει πρ]ὸς τὸν χόρτον τὰ δένδρα, "6ξ[ύ]λον κάρπιμον"6 αὐτὰ ὀ[νομάζω]ν-οὐ μόνον δὲ τῶν ἐκ γε]ωργίας περιγινομένων̣ [ὁ ἄνθρωπος] ἐξουσιάζεν, ἀλλ' ἤδη καὶ ὑλῶν αὐτῶν ἃς οὔτε σπείρει ο[ὔτε γε]ωργεῖ, ὡς καὶ ἐκ τούτων διαφόρους ἔχειν τὰς χρεία[ς· οὐ γ]ὰρ πόρρω τῶν οἰκουμένων τόπων ταύτας φορητὰς̣ π̣[οιεῖ, δ]ῆλον ὡς πρὸς τὸ χρειῶδες τῶν ἀνθρώπων, καὶ τῷ παντὶ [τῶν φύ]τ̣ω̣ν βλάστη γέγονεν· πάντα γὰρ εἰς χρείαν αὐτῶ[ν πεποίη]ται. Σφόδρα δὲ τὸ προνοητικὸν τοῦ Θεοῦ τῶν ὅλ[ων σημαί]- νεται διὰ τοῦ φάσκειν. "6Ὑμῖν ἔσται εἰς βρῶσιν κ[αὶ πᾶσιν] τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσιν τοῖς πετεινοῖς το[ῦ οὐρανοῦ."6 Ἔ]πρεπεν γὰρ τὸν κηδόμενον ἀνθρώπων 68 καὶ τῶν εἰς [χρείαν καὶ] ὑπηρεσίαν αὐτῶν γεγενημένων ζῴων καὶ ἄλλων αὐτοῖς χρησίμων προνοεῖσθαι· καὶ γάρ, εἰ μὴ κατὰ προηγούμενον