1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

28

λόγον τῶν ἀλόγων, ἀλλὰ γοῦν διὰ τὸν ἄνθρωπον καὶ αὐτῶν πεποίηται τὴν πρόνοιαν. Ἅπερ πάντα πάλιν εἶδεν ὁ Θεὸς ὅτι καλά· ἐπιφέρει γάρ· "6Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ κα[λ]ὰ λίαν."6 Καὶ πρὸ τούτου μὲν οὖν ἕκαστον τῶν γινομένων ὁ λόγ[ο]ς ἐπ̣ῄνε̣σ̣εν φάσκων· "6Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὰ"6 ἢ "6καλόν"6· νῦν δὲ ἐ[πισ]ταμένως εἴρηται· "6καλὰ λίαν"6 διὰ τὴν πάντων ἁρμονίαν [τε καὶ] συ´̣μ̣πνοιαν. Καὶ ἔστω ἐπὶ παραδείγματος τὸ λεγόμενον̣ [φανε]ρόν. Ὁ βουλόμενος συστήσασθαι χορ̣ὸ[ν] τοὺς καθ' ἕκαστ[ον χορε]υτὰς ἀρίστους ἐκλέγετα<ι> ὡς μηδὲν ἐλλείπειν ἕκαστ[ον πρὸ]ς το`̣ οἰκεῖον ἔργον· εἰ δὲ καὶ συνόψοι τούτους εἰς ὃ αὐτοὺς ἡτ̣[οίμα]σ̣εν, εὑρήσει λίαν ὑπέρβολον καλὸν τὸ ἐκ τῆς συμπνοίας α[ὐτῶν γε]νόμενον ἔργον, ὅπερ ἀφ' ἑνὸς μόνου γενέσθαι οὐχ οἷ[όν τε. Τοῦ]το καὶ ἐπὶ στρατοπέδου εὕροι τις ἄν· δεῖ γὰρ ὁπλίτην ἐν αὑ[τῷ ἄρ]ιστον εἶναι, τοξότην, στρατηγόν, σύμβουλον, ἵνα, τοῦ καιροῦ [ἐλθό]ντος, τὸ πάντων ἔργον συναπτόμενον δείξῃ τὸ τοῦ ἐπαί[νου] μέγεθος, εἰς ἕνα σκοπὸν ἀναφερόμενον. Τὴν τῶν πάντω[ν εἰς] προσάλληλα ἀναλο̣γ̣ι´̣[αν] καὶ ἁρμονίαν καὶ τὸ σύμφωνον κα[ὶ τε]ταγμένο̣ν, ἔτι τε τὸ τῶν̣ ἐναντίων ἀστασίαστον ὁ λόγ[ος ἐπι]δεικνὺς τὰ πάντα "6καλὰ λίαν"6 εἶναι διδάσκει, ἅπερ, ὡς κα[ὶ πρότε]ρον εἴρηται, οὐκ αἰσθήσ̣ε̣ι, ἀλλὰ τῷ λόγῳ κρίνεται. "6Καὶ ἐγέν[ε]το ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη"6· ἔδει γὰρ τὸν τοσοῦτον [κ]αι`̣ τηλικοῦτον κόσμον ἐν τούτῳ γενέσθαι τῷ ἀριθμῷ, οὗ [ἡ και]ρ̣ονομία καὶ ἐν τοῖς φθάσασιν εἴρηται καὶ ἔτι μᾶλλον ε᾿̣[ν τοῖ]ς ἑξῆς ῥηθήσεται. Τὸ μὲν οὖν ῥητὸν τοῦτο· ἐπειδὴ δὲ καὶ [ἐν τοῖς] ἔμπροσθεν πρὸς τῇ λέξει καὶ τὴν ἀναγωγὴν εἰρήκαμε[ν, 69 κα]ι`̣ νῦν τοῦτο ποιητέον. Εὐλογοῦνται οἱ ἄνθρωποι αὐξά- νοντες καὶ πληθύνοντες τῷ τρόπῳ τῆς συναγωγῆς· προείρη- ται δ' ἤδη ὡς ὁ μὲν ἀνὴρ ὁ σπορεὺς καὶ διδάσκαλος τῶν καλῶν ὑπάρχει, θήλεια δὲ ἡ ὑποδεχομένη τὰ παρὰ τοῦ διδασκάλου μαθήματα καὶ μορφοῦσα καὶ ἀποτίκτουσα ψυχή, ὡς ἀμφοτέρων εἶναι τ[ὸ] κατόρθωμα, τοῦ μὲν διδασκάλου ὡς ἐναγαγόντ[ο]ς εἰ[ς αὐ]τήν, τοῦ δὲ μαθητοῦ ὡς εὔεικτον παράσχοντος τὴν κ̣αρ[δίαν π]ρὸς τελεσιουργίαν τῆς ἀγαθῆς πράξεως. Καὶ ἐπεὶ ἡ θεία [παίδε]υσις καὶ εἰσαγωγὴν ἔχει και`̣ προκοπὴν καὶ τέλος, κατὰ τ[αύτην τὸ] "6αὐξάνεσθε"6 νοητέον. Καὶ γ̣α`̣ρ ὁ μακάριος Παῦλος τὸ τῆ[ς εἰσαγ]ωγῆς δηλῶν καὶ τοὺς ἐν ταύτῃ ὄντας νηπίους εἰδὼς ε[ἶναί] φησιν· "6Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα"6· ἀλλὰ καὶ τελείοις [οὕτως] λέγει· "6Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν [παραστῆσα]ι τῷ Χριστῷ"6· ἡ γὰρ ἐκκλησία τελεία τυγχάνουσα νύμφ[ης τρό]πῳ τῷ Χριστῷ συναρμόζεται, ἄνδρα αὐτὸν ἔχουσα, περὶ [οὗ λέγε]ται· "6Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ."6 Εὐλογοῦνται οὖν [ὅσοι ἐ]κ μικρῶν τέλειοι καὶ ἐξ ὀλίγων [θ]εωρημάτων πλείονα μ[ανθά]νουσιν, αὔξησιν ἀρετῆς καὶ πλῆθος νοητῶν ἀγαθῶν δ[εχόμ]ενοι, οἱ Θεῷ προσα- νέχοντες. Οὕτω καὶ τὴν γῆν πληροῦσ[ιν, τὴ]ν ἀγαθὴν ἑαυτῶν καρπίαν· καὶ γὰρ Σωτὴρ ἐν εὐαγγελί[ῳ περ]ὶ τοῦ σπόρου τὴν καλὴν γῆν τὴν καρδίαν εἶναι τὴν ἀγαθὴ[ν ἐδ]ίδαξεν, ἥτις δεξαμένη τὸν θεῖον σπόρον πολλὰ γεννήματα ἤγαγεν κατὰ τὸ "6Σπείρετε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγή[σα]τε εἰς καρπὸν ζωῆς"6. ∆υνατὸν δὲ καὶ περὶ διδασκάλου αὔξο[ντο]ς καὶ πληθύνοντος τοὺς μαθητευομένους νοῆσαι ὡς ἐνε[ργοῦ]ντος τὴν εἰρημένην εὐλογίαν φάσκουσαν· "6Αὐξάνεσθε κ[αὶ π]ληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε [α]ὐτῆς."6 Κατακυριεύει 70 γὰρ ὁ δρεπόμενος ἃ ἔσπειρεν, ὡς λεχθῆναι περὶ αὐτοῦ καὶ τῶν ὁμοίων· "6Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἱροῦντες τὰ δράγματα αὐτῶν"6, εἶτε ε᾿̣ν θεωρήμασιν καὶ πράξεσιν θείαις, εἶτε ἐν μαθηταῖς· [οὐ] μικρὸν γὰρ τῷ διδασκάλῳ καὶ τὸ ἀπὸ τούτων ὄφελος. Τ[ὸ δ]ὲ "6[Κ]αὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν [πετει]νῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν"6 οὕτω ν[οηθείη]. ∆ιάφορα ἐν ἀνθρώποις ἤθη τυγχάνει, ὡς τοὺς μ[ὲν ἀκο]ύειν "6Γεννήματα ἐχιδνῶν"6, περὶ ἄλλων λέγεσ̣θ̣[αι·