1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

29

"6Ἵππο]ι θηλυμανεῖς ἐγενήθητε"6, καὶ πάλιν· "6Ἄνθρωπος ἐν [τιμῇ ὢ]ν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι[ν τοῖς ἀ]νοήτοις καὶ ὡμοιώθη αὐτοῖς"6, καί· "6Μὴ γίνεσθε [ὡς ἵππο]ς καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις"6, καὶ ἕτερα φ[ιλόκ]αλος ἐν ταῖς θείαις γραφαῖς ἐπεσπαρμένα εὑρή[σει.] Λέγοι οὖν ἂν ὅτι ὁ τοὺς ἄλλους ὑπεραναβεβηκὼ[ς διὰ] παιδεύσεως τοὺς προε[ι]ρημένους τῆς ἀλογίας [α᾿̣]π̣ο[σῴζε]ι, ὃ δυνατὸν δὲ καὶ οὕτως· τὰ διάφορα πάθη καὶ κι̣ν̣[ήμ]ατα τῆς ψυχῆς, πολλὰ ὄντα καὶ ποικίλα, ὑπὸ τῆ[ς] ·[···] ψυχῆς ἡνιοχεῖται, μὴ ὑποσυρομένης αὐτῆς τ[ῷ κ]ύματι τῆς τούτων φορᾶς, ἀλλὰ κρατούσης αὐτῶν καὶ α᾿̣[ρ]χ̣ούσης κατὰ τὴν δοθεῖσαν ἐξουσίαν· "6Καὶ ἀρχέτωσαν"6 γὰ[ρ "6τ]ῶν ἰχθύων τῆς θαλάσσης"6 καὶ τὰ ἑξῆς. Ἢ οὐκ ἄρχει ἰχ̣θ̣υ´̣ω̣[ν ὁ] τοὺς ἐννηχομένους τῷ κλύδωνι τοῦδε τοῦ βίου [ἐκ τοῦ] βάθους ἀνιμώμενος κατὰ τὸν Πέτρον τῷ λόγῳ τη῀̣[ς θ]είας παιδεύσεως καὶ τοὺς ἄλλως ὑψιπετεῖς δι' οἴημα ·[·]ον κατεσπακ̣ὼς ἐντιθείς τε ταπεινοφροσύνης σ[ω]τ̣ή[ρ]ιον, 71 ἐφ' ἧς ὁ Κύριος παρακα̣λῶν φησιν· "6Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ"6, ἵν' οὕτως ἀπο`̣ τ̣αύτης εἰς θεῖον ὕψος ἐπαιρόμενοι πτεροφυήσωσιν ὡς ἀετοί, λαβόντες πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθέντες εἰς̣ τὴν κατάλληλον κατάπαυσιν. Ἀλλὰ καὶ ὁ τοὺς ἐξηγρ̣ι̣ω[μ]ε´̣νους εἰς ἡμερότητα ἄγων δείκνυσιν τῆς ἀρχῆς [τὸ μέ]γεθος. Καὶ ὁ τὰ ἴδια δὲ κινήμα̣τα ἐπαιρόμενα κ̣[ατὰ το]ῦ νοῦ καὶ κατεξανιστάμενα λογισμῷ ἀγω[νιῶν κα]τακρατεῖν αὐτῶν τὴν παρὰ Θεοῦ δοθεῖσαν ἀρχὴ[ν ἀποδ]είκνυται, ἄρχων "6καὶ πα´̣σης τῆς γῆς"6, ὅ ἐστιν τω῀̣[ν σωμ]ατικῶν ἁπάντων παθῶν, νεκρῶν "6τὰ μέλη τὰ ἐ[πὶ τῆς γ]ῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν"6, ἁ´̣[περ ἑρπ]ετὰ λέγων οὐκ ἂν ἁμάρτοις. Ὧν καὶ αὐτῶν ἄρχε[ιν λέγετ]α̣ι̣ ὑπὸ τοῦ δεδωκότος "6πάντα χόρτον σπόριμον̣"6 [καὶ τρ]ο̣φὴν τὴν ἄλλην, ἅπερ εὐλόγως ἂν νοηθείη τα`̣ [τῆς θ]είας γραφῆς παιδεύματα, τροφὸς τυγχάνοντα οὐ[ράνιο]ς· "6Οὐ"6 γὰρ "6ἐπ' ἄρτῳ μόνῳ ζήσετα̣ι̣ ἄνθρωπος, ἀλλ' ἐπὶ π[αντὶ] ῥήματι ἐκπο- ρευομένῳ διὰ στόματος Θεοῦ."6 ∆έδ[ωκε] δ[ὲ] ὁ Θεὸς καὶ ἕτερον εἶδος τροφῆς ἐπάνω τῆς γῆ[ς] ε᾿̣πικ[εί]μενον· τὰς γὰρ ἀγαθὰς ἐννοίας ἐν τῷ λόγῳ [ἐ]ν̣ α᾿̣ρ̣χῇ δημιουργήσας ἐνέπηξεν, ἃς ὁ διασῴζων ὡς ζω[τ]ι̣[κ]ὸν ἀεὶ τοῦτο φυλάττειν τὸ τρόφιον ἕξει τὴν ἐν ἀρ̣ε̣[τ]ῇ δι̣α̣μονήν, μὴ καταχωννὺς τὰ παρὰ Θεοῦ δοθέντα̣ ἡμῖν [ἐ]ξ ἀρχῆς ἐν τῇ ἐννοίᾳ ἀγαθά. ∆έδωκε δὲ ὁ Θεὸς "6[πᾶν] ξύλον κάρπιμον ποιοῦν καρπόν"6, ἐξ οὗ πάλιν τροφή τις δ[έ]δ̣[οτ]α̣ι̣· οἱ γὰρ τελειότεροι καὶ διακονοῦντες τὴν τῶν ἀνθρώπων σ[ωτηρ]ίαν οὗτοι ἂν εἶεν ξύλα κατὰ τὸ ε̣ἰρημένον· "6Καὶ πάντ[α τὰ ξ]ύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις"6, ἅπερ 72 ε[ἰσ]ι`̣ν̣ [ο]ἱ εὐφραινόμενοι ἐπὶ τῇ σωτηρίᾳ τῶν μετα- νοούντων, παραπλήσιοι ὄντες τῷ μακαριζομένῳ ἐν πρώτῳ ψαλμῷ, ὅντινα ὁμοιοῖ ὁ λόγος τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὅπερ ἀεὶ ποτίζεται τῇ τῶν θείων μελέτῃ καὶ καιρίως τὸν καρπὸν ἀποδίδωσιν. Τὸ δὲ καί· "6Ὑμῖν δέδοται εἰς βρῶσιν καὶ [π]ᾶσιν τοῖς θηρίοις καὶ πᾶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ [ἑρπ]ετῷ ἕρποντι ἐπὶ τῆς γῆς"6 οὕτω νοηθείη· ὁ κηδόμενος τῆς̣ [σωτηρ]ίας τῶν πάντων Κύριος διάφορα φάρμα<κα> πρὸς τὰ ποικίλα τραύ[ματα] δέδωκεν, ἵνα πᾶς ὁστισοῦν ἀναπολόγητος ᾖ μὴ ἔχων ···[···] οὐκ ἔσχεν τὰς τοῦ λόγου ἀφορμάς· οὕτω καὶ οἱ θεραπ[ευταὶ] αὐτοῦ πρὸς ἕκαστον ἁρμο[ζό]μενοί φασιν καθὰ ὁ Παῦλος [·····] "6Τοῖς πᾶσιν γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω"6, [····]·ως καὶ προσφόρως ἑκάστῳ ἁρμο- ζόμενος, καὶ οὐ βάλλω[ν τὰ ἅγι]α τοῖς κυσὶν οὐδὲ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χ[οίρων, ἀλλ]ὰ καὶ τούτους μετάγων [ἀ]πὸ τῶν ἰδιωμάτων ὧν ἔσχον [ἐξ ἰ]δ̣ίας προθέσεως διὰ λόγου καταλλήλου αὐτοῖς εἰς παίδευσιν. [Μὴ ἑ]ρπετὸν ὑπάρχῃ τις καὶ διὰ τοῦτο εἰς βάθος κακῶν ἀφίκηται, ο[ὐ]κ ἐστέρηται τῆς ἐπιγνώσε̣ως τοῦ καλοῦ, ὅνπερ τρόφιον [ἐπ]άνω τῆς γῆς ὁ Θεὸς δέδωκε[ν] τῇ ψυχῇ ἐξ ἀρχῆς ἐνεὶς τὰς κ[αλ]ὰς ἐννοίας, ἃς ὁ διακαθαίρων ἕξει ζωτικὴν τροφήν. "6Καὶ εἶδεν ὁ Θεὸς