30
πάντα ὅσα ἐποίησεν καὶ ἰδοὺ πάντα καλὰ λίαν"6· ὡ[ς] γὰρ ἐν τοῖς αἰσθητοῖς ἐλέγετο ὅτι ἡ ἑκάστου πρὸς ἕκαστον ἁρμονία τὸ ἐπιτεταμένον καλὸν δείκνυσιν, οὕτω καὶ τῶν κατὰ ἀρετὴν τόδε πρὸς τόδε ἔχον τὴν ἀναλογίαν, πρ[ὸ]ς [τ]ὸ ἐπὶ πᾶσι τέλος ἔχον τὴν ἀναφοράν, "6λίαν"6 ἐπαινετὸν τ[ὸ] λ̣[εγ]όμενον δείκνυσιν. "6Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένε[τ]ο π̣ρωΐ, ἡμέρα ἕκτη."6 Τὰ περὶ τοῦ ἕκτου ἀριθμοῦ καὶ νῦν ἐφαρμ[ο]- στ̣[έ]ον πολλῷ πλέον, ὅσῳ τὰ ἐπαινούμενα νῦν κρείττονα 73 τῶν αἰ[σ]θ[η]τ̣ῶ[ν] ἐστιν. Ἐπ' ἐκείνων γὰρ ἐλέγετο ὡς ἥρμοζεν ἐν τῷ ἀριθμῷ τούτῳ, τελείῳ τυγχάνοντι καὶ ἐκ τῶν ἑαυτοῦ μερῶν ἀπαρτιζομένῳ, τόνδε τὸν κόσμον γενέσθαι, ἔχοντά τι παθητὸν καὶ δρ̣α̣στήριον· πολλὰ γὰρ ἐν αὐτῷ καὶ ποι̣εῖ καὶ πάσχει, εἰ καὶ οὐχ ἅμα, [ὅπε]ρ συμβολικῶς καὶ ἐν τῷ ἀριθμῷ οἱ τὰ περὶ τούτων φυσιο- λογο[ῦ]ν[τες] λέγουσιν. Εἴη δὲ καὶ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον οἰκείως [τέλειο]ς ἀριθμὸς παραλημφθείς· τέλειον γὰρ ὄντως ἡ ἀρετὴ κα[ὶ μὴ ἐλλ]ειπὲς καὶ πληρέστατον, ἅτε Θεοῦ τελειότερον δώρημα. Ἄχρ̣[ι πάντω]ν τῶν ἐν ταῖς σαφηνισθείσαις ἓξ ἡμέραις γεγενημένω[ν φθά]σαντες περιγράψομεν τὸν λόγον, εὐχό- μενοι τὸν τῶν [ὅλων] Θεὸν καὶ δημιουργὸν τοῦ τελείου καὶ πληρεστάτου κόσμου δοῦναι καὶ ἐν τοῖς ἑξῆς τελείαν πρὸς τὰ λεγ[όμενα νό]ησιν.
ιι, 1-3. [Καὶ σ]υνετελέσθη ὁ οὐρανὸς [καὶ ἡ γ]ῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν καὶ
συνετέλεσεν ὁ Θεὸς ἐν [τῇ ἡ]μέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησεν, καὶ κατέπαυ[σεν ἐ]ν̣ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐ[ποίησ]εν. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέ[ρα]ν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν [ἀ]π̣ὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. Τὸ "6συνετελέσθη"6 ὁτὲ μὲ[ν] τὴν φθορὰν σημαίνει, ὁτὲ δὲ τὴν ὕπαρξιν. Ὅταν γοῦν τὸν [Σ]ωτῆρα ἐρωτῶσιν οἱ μαθηταί· "6Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημε[ῖο]ν τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος;"6, περὶ τοῦ τέλο[υ]ς ἐστὶ τὸ τῆς συντελείας σημαινόμενον, ὅπερ ἀντὶ φθορᾶς [τ]οῦ κόσμου εἴωθε λαμβάνεσθαι· ἐνταῦθα δὲ τὸ συνετελέσθ[η] ἀν[τὶ] του῀̣ ἐπληρώσθη κεῖται. Οὐ γὰρ ἡ ὕπαρξις αὐτῶν συντετέλε̣[σ]τα[ι], ἀλλ' ἡ ποίησις, καθὸ λέγομεν καὶ ἐπὶ τῶν ποιητικῶν τεχνῶν με[τ]ὰ τὰς ἐνεργείας τὸ τέλος ἐπιφερουσῶν ὅτι φέρε συνετ[ε]λέσ̣θ̣η ἡ ναῦς ἢ οἶκος. Συντετέλεσται οὖν ὁ μὲν οὐρανὸς τὴ[ν] ο̣ἰκεί[α]ν 74 ἁρμονίαν δεξάμενος, ἥτις ἔκ τε τοῦ στερεώματος καὶ τ̣ω῀̣ν φωστήρων καὶ προσέτι τῶν ἀστέρων ἐδέξατο τὴν διαπ̣λήρωσιν, ἡ δὲ γῆ ἔκ τε τῶν ζῴων καὶ τῶν διαφόρων φυ̣τ̣ῶν. Καὶ ὅτε μὲν ἕκαστον αὐτῶν ἐγίνετο, τὸ "3συντετέ- λ[εσ]ται"3 οὐχ ἥρμοζεν, νῦν δέ, α῾̣πάντων τὴν σύμπνοιαν κ[αὶ τ]ὴ[ν] ἁρμονίαν δεξαμένω̣ν, ἀκολούθως ἐπενήνεκται [τὸ "6Συνε]τελέσθη ὁ οὐρανὸς καὶ η῾̣ γ̣η῀̣ καὶ πᾶς ὁ κόσμος αὐτῶν"6. Κα̣[ὶ λέγε]τ̣αι μὲν ὁ κόσμος τῆς γ̣η῀̣ς̣ καὶ πλήρωμα αὐτῆς κατὰ τ[ὸ λεγόμε]νον· "6Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς."6 Ὅτι καὶ ἡ τ[οῦ οὐρανο]ῦ ποικι[λ]ία κόσμος προσηγόρευται, αὐτὸς Μωσῆς αὐ[ταῖς λέ]ξεσίν φησιν· "6Μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰ[δὼν τὸν] ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, πάντα τ̣[ὸν κόσ]μον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς"6, οἵ[τινες διὰ] τ̣ῆς θέσεως, ἧς παρὰ Θεοῦ ἐτέθησαν, τὸ κάλλος ἐπι̣[δείκνυ]νται <ἐν τῷ>, τῶνδε μὲν τάσδε τὰς περικυκλήσεις κινουμ̣[ένω]ν̣, τούσδε δὲ μετὰ τῶνδε εἶναι, καὶ τούσδε μὲν ε᾿̣π̣' [εὐ]θ̣είας ποιεῖσθαι τὴν κίνησιν, τούσδε δὲ ἐγκαρσ̣ι´̣ω̣ς̣. Στρατιὰ γοῦν οὐρανοῦ διὰ τ[ὸ] τεταγμένον εἴρηται κατ̣α`̣ τ̣ο`̣ εἰρημένον· "6Οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατι̣α`̣ν̣ του῀̣ οὐρανοῦ."6 Περὶ ἣν οἱ μὴ καλῶς ἐπιστήσαντες ἀπεσφα´̣λη[σ]αν εἱμαρμένην εἰσηγησάμενοι καὶ πάντα κατ' ἀν̣α´̣γκ[η]ν τιθέμενοι, ποιητι- κοὺς τοῦ βίου τῶν ἀνθρώπων καὶ τῶν ἄλ̣λ̣ω̣[ν] συμβαινόντων τοὺς ἀστε´̣ρας εἶναι ὁρίζοντες, οἳ ε̣ἰς [τὸ] σημεῖον, εἰ οὐκ εἰς τὸ ποιεῖν, τέθεινται καθὰ καὶ οτ··· [πε]ρὶ τῶν ἐν τῇ τετάρτῃ