32
ἔλεγεν· "6Βούλομαι ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραί[ο]υς εἰς τὸ κακόν."6 Ὁ δὲ ὄφις θέλων αὐτοὺς εἶναι σοφοὺς εἰς τὸ κακὸν τοὺς ἐπὶ τοῦτο ὀφθαλμοὺς ῥέποντας ἀνοῖξαι ἠβούλετο, οἵτινες τῆς ἀρετῆς ἐνεργουμένης οὐ διανοίγονται ἀλλὰ κεκλεισ[μ]ένοι τυγχάνουσιν τύφλωσιν ὠφέλιμον ὑπομέ- νοντες, ἥντινα [ἐ]νεργεῖν φησιν <Ἰησοῦς> ἐν τῷ εὐαγγελίῳ λέγων. "6Ἐγὼ ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται."6 Ἰησοῦς δὲ καθ' ἱσ[τ]ορίαν οὐδένα τυφλὸν πεποίηκεν, ἀλλὰ τυφλοῖς τὸ βλέπειν δεδώρηται. ∆ῆλον οὖν ὅτι ἐκείνους τυφλοῖ τοὺς κακῶς ὁρῶντας καὶ ἀν̣αβλέπειν ποιεῖ τοῖς ὠφελίμοις ὀφθαλμοῖς, οἵτινες τοῦ ἔσω ἀνθρώπου τυγχάνοντες, σῴζοντες τὸ καθαρῶς ὁρᾶν οὐκ αἰσθητῶς ἀλλὰ νοητῶς, πρὶν γν[ό]ντες καὶ τῇ αἰσθήσει λόγον ἐπιβάλλοντες, κρύπτουσιν αὐτὴν κατὰ τὸ 82 εἰρημένον· "6Σοφοὶ κρύψουσιν αἴσθη[σιν]."6 Καὶ ἵνα διὰ παραδείγματος σαφὲς γένηται τὸ λεγό[με]νον, καὶ αἴσθησις ἡ ἁφὴ ἀντιλημπτική [ἐ]στιν θερμῶν καὶ ψυχρῶν, [σκ]ληρῶν καὶ ἁπαλῶν, τραχέων καὶ λείων, καὶ ἀλόγῳ δὲ καὶ παιδίῳ ταῦτ̣α̣ κατὰ τὴν ἁφὴν δῆλα τυγχάνει· ὅταν δὲ φέρε ὁ ἰατρὸς ἅπτηται ἰπω´̣[σ]εως, κρύπτει τὴν αἴσθησιν, λόγον τῇ κινήσει τῶν σφυγμῶν ἐπιβα´̣λ̣[λων]. Οὕτω καὶ τὰς εἰκόνας οἱ μὲν ἰδιῶται αἰσθήσει μόνῃ, οἱ δὲ γρα[φεῖς] τῷ λόγῳ θεωροῦσιν. Εἶχεν οὖν ὁ ἄνθρωπο[ς π]ρὸ παραβάσεως ὀφθαλμοὺς πρ[οσ]βλ[έ]ποντας τὰ πράγματα, τοῦτ' ἔστι [νόη]σιν ἐπιστημονικῶς ἐπιβά[λλου]σαν τοῖς πράγμασιν, ὡς δεῖ. Ἕως οὖ[ν τ]ούτους εἶχε τοὺς ὀφθαλμοὺς π[ροσ]- βάλλοντας τοῖς καταλλήλοις θεά[μα]σιν, οὐκ ἐγίγνωσκεν τὸ κακόν, ἀντὶ τοῦ πειρᾶν αὐτοῦ οὐκ ἐδέχετο· [ὅτ]ε δὲ οὗτοι ἔβυσαν, ἠνοίχθησαν δὲ οἱ ἐπὶ τὸ κακὸν ῥέπ[ο]ν̣[τ]ες, τότε [κ]αὶ [ἐ]ξώβλητοι γεγένηνται. Τούτω̣ν ὁ διάβολος ἔχων τὸ θέλημα σ[οφίζε]ται τὴν γυναῖκα, φθόνον εἰσά[γε]ι Θεοῦ ἐννοεῖν αὐτήν, ἐπαγγέλ[λεται] δὲ μεγάλα, ἵνα καὶ διὰ τούτω̣[ν] δελεάσῃ λέγ̣ω̣ν· "6Ἔσεσθε ὡς θεο[ὺς γιγν]ώσκοντες καλὸν καὶ πον[η]ρόν"6, πρὸς τῷ καὶ ἔννοιαν ὑποβάλλ[ει]ν πλειόνων θεω῀̣ν, μήπω σ̣υσπ̣[·]·σ̣ ουσης τῆς δι' ἀγαλμάτων ε[ἰδ]ωλολατρείας, αἰνιττόμενος̣ τοὺς συνα- ποστάντας ἀγγέλους αὐτῷ. ιιι, 6-7. Καὶ εἶδεν ὅτι καλὸν τὸ ξύλο[ν] εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστιν τοῖς ὀφθαλμοῖς καὶ ὡραῖόν ἐστ[ιν] τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν, καὶ ἔδωκ[εν] καὶ τῷ ἀνδρὶ αὐτῆς μετ' αὐτῆς, καὶ ἔφαγον καὶ διηνοίχθησαν οἱ ὀφ[θαλ]μοὶ τῶν δύο καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. Τὰ τη῀̣ς ἀπάτης τοῦ [ὄφε]ως κρατήσαντα ἀντίστροφον αὐτῇ τὴν δοκιμασίαν ἐνεποίε̣[ι]· τὸ γὰρ εἰς βρῶσιν ἐκκείμενον οὐκ ὄψει δοκιμάζεται, πλὴν ἀρξαμ[ένη] ἡ ἀπάτη πρότερον τέρψιν τινὰ καὶ ἡδονὴν ἐργάζεται, εἰθ' ο̣ὕτ̣ω̣ ἐπὶ τὴν πρᾶξιν ἐγείρει τὸν ἀπατώμενον. Μετὰ <τὸ> ᾐσθῆναι ἐπὶ τοῖς ὑπο`̣ ὄφεως εἰρημένοις ἔλαβεν διὰ συγκατ̣αθέσεως καὶ ἔφαγεν τελ̣ε̣σ̣ι̣ουργοῦσα τὴν πρᾶξιν, κοινωνὸν δὲ καὶ τὸν ἄνδρα δέχεται, πο̣ι̣ο̣υ῀̣σα καὶ διακο- νοῦσα τὰ πρὸς ἀπάτην· τοιοῦτον γὰρ ἡ αἴσθησις, ἥντ̣ι̣ν̣α̣ 83 λόγον ἐπέχειν τῆς γυναικὸς ἐφάσκομεν. ∆ιανοιχθ̣έντων δ[ὲ] τῶν ὀφθαλμῶν "6ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν"6. Φιλεῖ γὰρ τοῦτο τ[οῖς] ἀπατωμένοις συμβαίνειν. Μετὰ γὰρ τὴν ἐνέργειαν τὸ αἰσχρ̣ο`̣ν τῆς κακίας αὐτῶν φανεροῦτα[ι] ἐπιγιγνωσκόντων ὅτι τῆς ἀρε̣[τῆς] ἐγυμνώθησαν, τοῦτο πάλι[ν] τοῦ οἰκτίρμονος Θεοῦ χαριζο[μέ]νου, ἵνα μὴ ὁ τὴν κακίαν ἐν[ε]ργῶν, παντελῶς ἀναίσθητος δ[ια]τελῶν, ἔξω παντελῶς τῆς [ἀ]ρετῆς διαμείνῃ. Ἡ οὖν ἀπάτη τ[οῦ] διαβόλου αὕτη ἐστίν, ἵνα τὰ [θ]εωρούμενα κατὰ τὸν ἀληθῆ λόγον ὑπὸ τοῦ ὄμματος τοῦ καθα[ρο]ῦ τῆς ψυχῆς αὐτὸς ἀντιστρόφως ὁρᾶσθαι ποιήσῃ, τὸ μὲν ἡδὺ [ἀν]τὶ τοῦ ἀγαθοῦ ὑποτιθείς, τὸ δ' ἀγαθὸν ἐπίπονον παραδει[κ]νύ[ων]. Οὕτω γοῦν καὶ διανοίγονται ὀφθαλμοὶ οἱ πάλαι χρησίμως κ[εκλεισ]μέ[ν]οι. Ἔστιν γὰρ ἐν ψυχῇ ὀφθαλμὸς μὲν ὁ δι' ἑαυτοῦ τοῖ[ς νοη]τοῖς ἐπιβάλλων, οὖς δὲ τὸ τῇ παρ' ἑτέρου παιδεύσει ἑπόμ[ενον], ἅπερ διαστρέψας ὁ ὄφις τὰ τῆς ἀπάτης ἐπλήρωσεν, ὡς κα[ὶ