33
τ]ὴν αἴσθησιν καὶ τὸν νοῦν βλάβην ὑπομεῖναι· ὅτε γὰρ ἡ αἴσ[θ]ησις πάσχει διαστροφήν, τότε καὶ αἱ αι῾̣ρέσεις τοῦ νοῦ διεστραμμέναι γίνονται. Εἴρηται περὶ τῶν ἀλλο- κότως κεχρημένων τοῖς πράγμασιν· "6Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν."6 Ὑπήχθησαν οὖν ἡδονῇ τῇ αἰτίᾳ τῶν σφαλμάτων· κατὰ γὰρ ταύτη̣ν φασὶν καὶ οἱ ἐν τῇ σοφίᾳ τὰ ἡδέα προτ[ι]- μῶντες· *** Τὴν γὰρ ῥᾳστώνην οἱ πο̣λλοὶ προτιμῶσιν τῆς ἀρετῆς, τὴν συντονίαν οὐκ ἀποδεχόμε[ν]οι, οἵτινες καὶ ἀπ' αὐτῆς γυμνοῦνται. Καταφρονητέον οὖν τῶν ἡδέων, ἅπερ ὑπόθεσις ἁμαρτημάτων γίνεται. Εἴσι τινὲς οἵ φασιν ὅτι τὸ "6μετ' αὐτῆς ἔφαγεν Ἀδὰμ"6 δηλοῖ συγκατά[β]ασιν αὐτοῦ, ἵνα μὴ τέλεον ἀπόληται, συγχρώμενοι τῷ εἰρημέ[ν]ῳ ὑπὸ Παύλου· "6Ἀδὰμ 84 οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐ]ξαπατηθεῖσα ἐν παραβάσει γέγονεν"6, ὡς ἱκανὸς καὶ αὐτὴν δι' [ἑαυ]τοῦ τῆς κακίας ἀποστῆσαι.
ιιι, 7-8. [Καὶ] ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Καὶ
[ἤκουσ]αν τὴν φωνὴν Κυρίου περιπατοῦντ[ο]ς ἐν τῷ παραδείσῳ τὸ δειλινόν, [καὶ ἐκ]ρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου τοῦ Θεοῦ ἐμμέ[σῳ τοῦ] ξύλου τοῦ παραδείσου. Μενόντων τῶν προτεθεωρημένων περί τε τοῦ παραδείσου καὶ τοῦ Ἀδὰμ καὶ τῆς γυναικός, καὶ ταῦτα συνάπτομεν. Ἐπεὶ ἔγνωσαν ὅτι γυμνοί εἰσιν, ῥάψαντες φύλλα συ[κ]ῆς ἐποίησαν αὑτοῖς περιζώματα, ἀκούσαντές τε τὴν φωνὴν [Κυρίου] περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν ἐκρύβησαν ἀπὸ π[ρο]σώπου τοῦ Θεοῦ ἐμμέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Ἄξιον γὰρ μὴ [κακο]λογοῦντας τοῦς τῇ ἱστορίᾳ ἑπομένους εἰπεῖν πῶς συνέρρα[ψαν ἑ]αυτοῖς ἐκ φύλλων συκῆ[ς] περιζώματα, πῶς τε ἀκούουσι τῆς φ[ωνῆ]ς Κυρίου περιπατοῦντος οἱ ἀνάξια αὐτῆς πεποιηκότες, διὰ τί τε [τ]ὸ δειλινὸν περιπατεῖ, ἔτι τε πῶς ἐκρύβησαν, ὅ τι ἐννοήσαντε[ς] περὶ Θεοῦ, ὑπὸ τὸ δένδρον. Οἶμαι γὰρ εἰς ἅπαντα ταῦτα μὴ ἔχειν α[ὐ]τοὺς σῶσαι τὸν εἱρμὸν τῆς̣ ἱστορίας ἄξιον τῆς ἀπὸ τοῦ ἁγίου Πνεύματος διηγήσε̣ω̣ς. Ἡμεῖς τοίνυν, ὥσπερ ἐν τοῖς φθάσασιν πεποιήκαμεν, καὶ ἐπὶ τούτων τὸ θεῖον τῶν γεγραμμένων κατανοήσωμεν. ∆ύο σχέσεις γυμνότητος εἰσάγει ὁ λόγος, μίαν μὲν τὴν πρὸ τῆς παραβάσεως, ἑτέραν δὲ τὴν μετ' αὐτήν, καὶ τὴν μὲν ἀνεπαίσχυντον, τὴν δὲ γνωσθεῖσαν καὶ αἰσχύνην ποιήσασαν. Ἐλέγετο μέντοι καὶ ἐν τοῖς πρότερον εἰρημένοις ὡς οὐδὲν ἄξιον αἰσχύνης ποι[ο]ῦντες ἀλλὰ πάσης ἀπηλ- λαγμένοι κηλῖδος εὐπαρρησίαστον εἶχο[ν] πρὸς Θεὸν τὴν διάνοιαν, τοιοῦτον γὰρ ἀρετή· ἐπειδὴ δὲ παραβ̣ᾶται τῆς τοῦ Θεοῦ ἐντολῆς γεγένηνται, τὸ τηνικαῦτα ἀπαμφια- σθέντες τῆς ἀρετῆς τὸ κάλλος, γυμνοὶ αὐτῆς διαμείναντε̣ς ᾐσχύνοντο λογιζόμενοι ἐξ οἵων ἀγαθῶν εἰς οἷα μετέπεσαν 85 κακ[ά], ἔτι αἰσθήσεως ἐκκειμένης, ἑξῆς καὶ κρύπτονται τὸν τῶν ὅλων Θεὸν περιπατοῦντα. [Ὁ] γὰρ ἁμαρτάνων καὶ μήπω ἐκκεκομμένος τὴν αἴσθησιν, ἀλλ[' ἔ]τι περιέπων τὸ ἁμάρτημα, διελέγχεται μὲν ἀπὸ τῶν ἐνεσπαρμένων παρὰ Θεοῦ κοινῶν ἐννοιῶν, ἀεὶ δι' αὐτῶν τοῦ ποιητοῦ ἐμβοῶντος, τῷ δὲ ἔτι ἐνέχεσθαι [τῇ] ἀπάτ[ῃ τοῦ] σφάλματος ἀπολογίας πολλάκις τῶν ἁμαρτημ[ά]τω[ν] συρράπτει. Ἢ τοῦτο ἐν πολλοῖς οὐκ ἔστι φανε[ρ]όν; Πολλάκις γὰρ ὁ τῷ θυμῷ κεχρημ̣ε´̣νο̣ς ἀπολογίας πορίζεται πιθανάς, ἐξ ὧν τοῦ θυμοῦ δῆθεν παραστήσει τὸ εὔλογον, προσχρώμ[ε]νος ἐσθ' ὅτε καὶ τῇ ἀπὸ τῶν γραφῶν δείξει πρὸς τὸ συνιστᾶ[ν] τὸ ἑαυτοῦ βούλημα, ὅπερ συρράπτοντός ἐστιν ἐκ φύλλων κ[αὶ μὴ] ἀπὸ καρποῦ σκέπην τινὰ οὐ τελείαν· τοῦτο γὰρ τὸ περίζ[ωμ]α παρίστησιν. Ἔστιν γὰρ ἀκοῦσαι τῶν θυμουμένων ὡς καὶ ἅγιος θυμῷ χρησάμενος τοὺς πεντηκον- τάρχους ἀνεῖλεν καὶ [π]ερὶ ἄλλων, ἀλλὰ οὐκ ἐννοού<ν>των ὡς οὔτε ξίφει οὔτε τινὶ ἀμυντηρίῳ χρησάμενοι τοιαῦτ' ἔδρα- σαν, ἀλλ' αὐτὸν ἐπικαλεσάμενοι τὸν Θεὸν καὶ δι' εὐχῆς αὐτὸν ἐσχηκότες ἐπινεύοντα πρὸς ἐπικουρίαν, οἷς οὐκ ἄν, εἴπερ ἀπὸ θυμοῦ τὴν εὐχὴν ἐποιο[ῦ]ντο, προσέσχεν ὁ