1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

34

Θεὸς διὰ τῶν ἑαυτοῦ παραινῶν ὡς προσήκει τὸν εὐχόμενον ἐπαίρειν ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Ἀπὸ τῆς οὖν ἀρετῆς τῶν ἁγίων οἱ προφασισταὶ καὶ τὰ ἑαυτῶν κρύπτειν σφάλματα βουλόμενοι φύλλα συρράπ- τοντες, ἀπολογίαν δῆθεν τῶν καθ' ἑαυτοὺς οἴονται ποιεῖσθαι, ἅπερ καὶ ἐπὶ τῶν πρωτοπλάστων συμβέβηκεν. Τοῖς τοιαύτῃ προθέσει κεχρημένοις διὰ τῆς συκῆς συμβολικῶς ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις ἐπιτιμᾷ, ἐλθὼν πρὸς αὐτὴν 86 καὶ μ̣ὴ εὑρὼν εἰ μὴ φύλλα μόνον, "6Οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα"6 εἰπών. Καὶ οὐδήπου αὐτῇ τῇ συκῇ τὴν ἐπιτιμίαν εἰρῆσθαί φαμεν· οὐ γὰρ παρὰ τὴν ἑαυτῆς αἰτίαν ἡ αἰσθητὴ συκῆ καρπὸν οὐκ ἔφερεν. Ἀλλὰ καὶ τοῦ Ἰσραὴλ εἰς ἀ[σ]έβειαν ἐκπεσόντος εἴρηται· "6Οὐκ ἔστιν σταφυλὴ ἐν ταῖς ἀμ[πέ]λοις οὐδὲ σῦκα ἐν ταῖς συκαῖς."6 Ἔρραψαν οὖν φύλλα συκῆς πιθα[ν]ὴν ἀπολογίαν, ὡς προείρηται, πορίζοντες, ἀκόλουθος δὲ τῷ σχήματι τῆς ἱστορίας ὁ λόγος. Ἐπεὶ γὰρ παράδεισος εἰσήχθη καὶ γυμνότης καὶ μετὰ π̣α̣ρακοὴν ταύτης ἐπίγνωσις, τὴν σκέπην ἀπὸ φύλλων λέγει ποιεῖσθαι τῷ οἰκείῳ τῆς̣ διηγήσεως ὁ λόγος προσχρώμενος κατὰ τὸ εἰωθὸς τῇ θεοπνεύστῳ γραφῇ. Πολλάκις γὰρ ἡ ψυχὴ π̣ο̣τὲ μὲν ἄμπελος, ποτὲ δὲ πρόβατον, ποτὲ νύμφη ἐν τῇ θείᾳ παιδεύσει λέγεται, καὶ πρὸς ἕκαστον ἀκολούθως ἐπάγει τᾲ ἑξῆς ὁ λόγος. Ὅτε γὰρ ἄμπελον αὐτὴν ὑποτίθεται λέγων· "6Ἄμ̣πελος εὐκληματοῦσα Ἰσραήλ"6, τότε τοὺς διδασκάλους γεωργοὺς καὶ τοὺς ἐπιβουλεύοντας ἀλώπεκας καλεῖ· "6Πιάσατε"6 γὰρ "6ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας"6· ὅτε δὲ πρόβατον αὐτὴν ὀνομάζει, τοὺς διδασκάλους ποιμένας καὶ τοὺς διαστρέφοντας λύκουσκαὶ λέοντας· εἴρηται· "6Πρόβατον πλανώμενον Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν"6· ἀλλὰ καὶ ὅταν νύμφην αὐτὴν καλῇ, τὸν ἐπάγοντα εἰς τὴν ἀλήθειαν νυμφίον καὶ τὸν βλάπτοντα μοιχὸν ὀνομάζει· πάντα δὲ ταῦτα, εἰ καὶ διάφορα ὀνόματά ἐστιν, ἀλλ' ἐπὶ τὴν ψυχὴν ἀναφερόμενα οἰκείαν καὶ πρέπουσαν τῷ θείῳ Πνεύματι δέχεται τὴν νόησιν, οὐχ ὅτι αὕτη ἢ πρόβατον ἢ νύμφη ἢ ἄμπελός ἐστιν. Ἀκολούθως οὖν, παραδείσου μνήμης γεγενημένης, διὰ τὸ σχῆμα τῆς λέξεως φύλλων ἐμνημόνευσεν, ἃ συνέρραψαν οἱ τῆς ἀρετῆς ἐκπεσόντες 87 κατὰ τὴν εἰρημένην διάνοιαν. Οὗτοι δ' αὐτοὶ καὶ ἤκουσαν Κυρίου τοῦ Θεοῦ περι- πατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν. Καὶ πρὸ μὲν τῆς παραβάσεως οὐ περιεπάτει αὐτοῖς ἔξω αὐτῶν τυγχάνων, ἀλλ' ἦν μετ' αὐτῶν. Τοῦ γὰρ τηροῦντος τὴν ἀρετὴν καὶ ἐν αυ᾿̣τῇ ὄντος οἰκεῖον τοῦτο, ὡς λέγειν· "6Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ"6, καὶ "6Ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ."6 Τοῦ δὲ ἀνθρώπου μετὰ Θεοῦ ὄντος, καὶ ὁ Θεὸς μετ' αὐτοῦ ἐστιν· εἴρηται γάρ· "6Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγίσ̣ει ὑμῖν"6· ἐπειδὰν δὲ ἀποστῶσιν αὐτοῦ τινες, ἀκούουσιν· "6Ἐπορεύθη[σ]αν πρὸς ἐμὲ πλάγιοι κἀγὼ πορεύσομαι πρὸς αὐτοὺς ἐν θυμῷ πλαγίῳ."6 Καὶ ὥσπερ ὁ τὸν ἥλιον καταλείπων καὶ βύων̣ τοὺς ὀφθαλμοὺς οὐ ποιεῖ τινα τῷ ἡλίῳ ἐλάττωσιν- μένει γὰρ ὅπερ [ἦ]ν φωτίζων-, οὕτως ὁ καταλείπων Θεὸν ἑαυτοῦ βλάβην ἐργάζεται, καταλείπει δὲ αὐτὸν οὐχ ὡς ἐν τόπῳ, ἀλλὰ τὴν ἀρετὴν ἀποστρεφόμενος ὡς ἐκεῖνοι περὶ ὧν εἴρηται· "6Ἀπώσεται αὐτοὺς ὁ Θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν"6· ἐπεὶ γὰρ αὐτοὶ οὐκ ἤκουσαν, αὐτὸς αὐτοὺς ἀπώσατο. Ἐπεὶ οὖν καὶ οὗτοι διὰ τῆς παραβάσεως ἀπέστησαν αὐτοῦ, καὶ αὐτὸς αὐτῶν μεμάκρυνται μέν, διὰ δὲ τὴν ἰδίαν ἀγαθότητα περιπατεῖ, αἴσθησιν παρέχων, ὡς εἴρηται, κατὰ τὰς κοινὰς ἐννοίας, ὁπῶς ἐπιστράφωσιν. Τοῦτο δὲ γίνεται̣ τὸ δειλινὸν καταλλήλως τοῖς παραβεβηκόσιν. Τῷ μὲν γὰρ ἐν ἀρετῇ ὄντι ἀκμάζει τὸ τῆς ἀληθείας φῶς, οὐδέπο̣τε γινομένῳ ἐν σκοτεινῇ καταστάσει-ἀκοῦσαι γοῦν ἔστιν λέγοντος τοῦ ἁγίου· "6Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σ̣ὲ ὁ Θεός"6, καὶ "6Ὁ Θεός, ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω"6, καὶ "6Τὸ πρωῒ παρ[α̣]σ̣τήσομαί 88 σοι καὶ ἐπόψομαι"6-τότε δὲ γίνεται δειλινὴ καὶ σκοτώδης ἡ ὥρα ἐπὶ τὴν ἑσπέραν