39
καλεῖν. Οὐ γὰρ "3ὄφις"3 ἁπλῶς λέγεται, ὥσπερ καὶ περὶ ἐκείνων ἐλέχθη· "6Ὄφεις γεννήματα ἐχιδνῶν"6, ἀλλ' ὁ ὄφις, ὃ δηλοῖ αὐτὸν τὸν διάβολον, ὃς καίτοι ἄλλοις τῆς κακίας αἴτιος κατέστη· ἐνεργεῖ γὰρ ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ἐνεργεῖται τὰ ἴδια ἐμποιῶν ἐκείνοις σοφι- στικῇ ἀπάτῃ. ∆ιόπερ καὶ τὴν ἐπιτιμίαν ὑπερβάλλουσαν δέχεται· "6Ἐπικατάρατος"6 γάρ φησιν "6σὺ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς"6. Ὡς γὰρ αἴτιος κακίας, εἰκότως καὶ τῇ ἐπιτιμίᾳ ὑπὲρ πάντας ὑπόκειται τοὺς ἀπ' αὐτοῦ τὸ ὄφ<ε>ις εἶναι ἐσχηκότας καὶ κτήνη τῷ τρόπῳ καὶ θηρία γῆς, καθ' ὧν τὴν ἐξουσίαν δίδωσιν ὁ Σωτὴρ τοῖς ἰδίοις μαθηταῖς λέγων· "6Ἰδοὺ δέδωκα μὲν ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ."6 Καὶ τῷ ἐν τῇ βοηθείᾳ τοῦ Ὑψίστου κατοικοῦν[τι] ἐπιλέγεται· "6Ἐπ' ἀσπίδα 97 καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα."6 Ταῦτα δὲ πάντα ἀγριότητα κακίας ἔχοντα ὑπερβάλλων ὁ διάβολος ὄφις καλούμενος ἀκολού[θως] ὑπὲρ πάντα καταδικάζεται. Πρόσκειται δὲ τῇ ἐπιτιμίᾳ καὶ τὸ "6Ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ σου πορεύσῃ"6· ἐπεὶ γὰρ δοκῶν νόησιν ἐπηρμένην ἔχειν καὶ τροφὰς ἐπιμορφα- ζόμενος ἔχειν μεγάλας ἠπάτα, τὴν πτῶσιν αὐτοῦ ὁ λόγος ἑρμηνεύει φάσκων ὡς γήϊνα αὐτῷ ἔσται τροφή, οὐδὲν θεῖον ἢ ἀνηγμένον ἔχοντι, ἀλλ' εἰλυσπωμένῳ περὶ τὰ γήϊνα, τοῦ ἡγεμονικοῦ αὐτοῦ ἐκπεσόν<τος, ὃ> τὸ στῆθος σημαίνει, οὐκέτι ἀποτίκτοντός τι θεῖον ἢ οὐράνιόν τι διὰ τὸ τὴν γεννητικὴν δύναμιν, ἥτις διὰ τῆς κοιλίας σημαίνεται, περὶ τὴν ὕλην καὶ τὰ γήϊνα ἔχειν τὴν σπουδήν. Ὅτι δ' ἡ κοιλία οὕτως νοεῖται, ἐκτοῦ ἐναντίου ἔστι μαθεῖν, ψάλλοντος τοῦ μακαρίου ∆αυίδ· "6Καὶ τὸν νόμον σου ἐμμέσῳ τῆς κοιλίας μου"6, ὅπερ οὐ τὸ αἰσθητὸν μέλος ἀλλὰ δύναμιν ψυχῆς σημαίνει. Ἀμέλει γοῦν οἱ ἐν μετανοίᾳ γεγενημένοι ἄνθρωποι γνόντες ὅτι ἡ νόησις αὐτῶν ὀφείλουσα οὐρανίων μεταλαμβάνειν τροφῶν εἰς γῆν κατεβλήθη φασίν· "6Ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν"6, κάτα πάντα γήϊνα γεγενημένη τῷ καὶ γήϊνα τρέφεσθαι καὶ γήϊνα ἀπο- κυίσκειν. Ὡς γὰρ δοχεῖόν ἐστιν ἡ κοιλία τροφῶν, οὕτω καὶ ἐργαστήριον τῶν πλαττομένων. Οἱ μὲν οὖν φαῦλα γεννῶντες ἐπὶ γῆς ἕρποντες πορεύονται, οἱ δὲ θεῖα ἀποτίκ- τοντές φασιν· "6Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν"6· τὸ δ' αὐτὸ γέννημα διανοίας καὶ τροφεῖόν ἐστιν. Εὖ δὲ καὶ τὸ προσκεῖσθαι· "6Καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου"6· οὐ γὰρ ἁπλῶς "3ζωῆς"3 εἶπεν, ἀλλὰ τῆς σῆς, ἣν εἵλω ἐκ τῆς σεαυτοῦ ῥοπῆς, ὡς εἰ λέγοι τις καὶ τῷ μὴ καθηκόντως ζῶντι· Πάσας τὰς ἡμέρας ἣς εἵλω ἔχειν ζωῆς φαῦλος ἔσει, ἁμαρτίαι σοι τροφὴ ἐν πάσαις αἷς προέκρινας ἡμέραις σου φαύλαις. Ἕκαστα 98 γὰρ πρὸς τὸν ἴδιον τρόπον, ἀποστὰς τῆς δεούσης ζωῆς, ἑαυτῷ ζωὴν περιποιεῖται. Τούτῳ ὅμοιον καὶ τὸ πρὸς τὸν πλούσιον εἰρημένον· "6Ἀπέλαβες τὰ ἀγαθά σου [ἐν] τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά."6 Καὶ παρατήρει ὅτι τοῦ μὲν φαύλου τὰ ἀδιάφορα̣ ἀγαθὰ εἶπεν· ἐπεὶ αὐτὸς ὡς ἀγαθὰ αὐτὰ ἐλογίζετο καὶ ἐν αὐτοῖς ἤλπισ̣εν, διὰ τοῦτο καὶ "6τὰ ἀγαθά σου"6 εἶπεν· ἐπὶ δὲ τοῦ Λαζάρου οὐκ ἐρρέθη τὰ κακὰ ἑαυτοῦ· οὐ γὰρ ἀπὸ τῆς ἰδίας προθέσεως ἔπασχεν, εἰ καὶ γενναίως ἔφερεν. Καὶ ὁ Ἰὼβ δὲ στερηθεὶς τῶν ἡδέων, ἐπεὶ οὐχ ἑαυτοῦ ἀγαθὰ αὐτὰ ἐλογίζετο, ἀλλ' ἐπιστάμενος αὐτῶν τὴν φύσιν, ὡς ἐδόθησαν παρὰ Θεοῦ, αὐτοῖς ἐκέχρητο, οὐκ εἶπεν· "3Εἰ τὰ ἀγαθά μου ἐδεξάμεθα"3, ἀλλ' "6Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου"6. Ἃ γὰρ αὐτὸς ᾑρεῖτο ἀγαθά, αἱ ἀρεταὶ ἐτύγχανον, τοῖς δ' ἀκολουθοῦσιν, κρίσει Θεοῦ ἀδιαφόροις, ὡς ἔπρεπεν ἐκέχρητο, ἐπαρκῶν δεομένοις· οὕτω γοῦν καὶ ἔφη· "6Ἡ θύρα δέ μου παντὶ ἐλθόντι ἠνέῳκτο"6. ιιι, 15. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Ὅτε ὁ ἁπλούστερος σύνεστιν πονηρῷ, οὐ μικρὰν ἔχει τὴν βλάβην· ὁ πονηρὸς γὰρ