40
προσέρχεται καὶ τὰ βλάβης ὑποβάλλει, καὶ δέχεται ἡ ἁπλουστέρα ψυχὴ εἰς ὠφέλιμα. ∆εῖ οὖν διαίρεσιν γενέσθαι τούτων καὶ εἰς ἔχθραν καὶ τὸ ἀκοινώνητον ἐλθεῖν, ὡς τὸν ἁπλούστερον γενόμενον κατὰ τὸ σωτήριον παράγγελμα φρόνιμον εἰπεῖν περὶ διαβόλου· "6Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν."6 Πολλάκις γοῦν καὶ γυναικὸς φιλίαν πρὸς ἄνδρα σὺν ἁπλότητι γινομένην ὁρῶντες, ἐξ ἧς ἀπάτης ἕπεται αἰσχρο- ποιεῖν τοὺς τοιούτους, σπουδάζομεν οὐ μίσει εἰρήνης, ἥτις ἐστὶ καρπὸς τοῦ Πνεύματος, ἀλλὰ ἀποστροφῇ εἰρήνης, καθ' ἧς ὁ Σωτὴρ ἥκει μάχαιραν ἐπενεγκεῖν λέγων· "6Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν"6 διαιροῦσαν καὶ διατέμνουσαν τοὺς ὠφελεῖσθαι ποθοῦντας ἀπὸ τῶν βλάπτειν ἐπιχειρούντων. Ἀγαθὸς οὖν ὑπάρχων ὁ Θεὸς φυτεύει ἔχθραν οἷς ἡ εἰρήνη καὶ ἡ συναφὴ πολέμιον. Ὅταν γάρ τις ἀγνοίᾳ τοῦ κακοῦ αὐτῷ περιπίπτων μανθάνῃ ὅτι ὀλέθριόν ἐστι καὶ ἐπιζήμιον, ὠφελίαν οὐ μικρὰν καρποῦται. Ἀκολούθως 99 δὲ καὶ τὸ σπέρμα τῷ σπέρματιἐχθρὸν ποιεῖ καὶ αὐτὸν αὐτῇ. Καὶ ἐπεὶ μὴ περὶ αἰσθητοῦ ὄφεώς ἐστι τὸ λεγόμενον, οὐδὲ τὸ σπέρμα αὐτοῦ αἰσθητὸν ἐκδεκτέον, ἀλλὰ τοὺς κατ' αὐτὸν τυπωθέντας καὶ μορφωθέντας καὶ γεννηθέντας ἢ λογισ[μο]ὺς διαστρέφοντας ἀπὸ τῆς ἀληθείας καὶ μαθήματα αὐτῆς ἀλλότρ[ια], σπέρμα δὲ τῆς γυναικὸς ὁμοίως τοὺς ἀπ' αὐτῆς ἐναρέτους-τῆς γὰρ ἐκκλησίας ἐπέχει τύπον-, ἢ τὰ τῆς θείας παιδεύσεως μαθήματα, πρὸς ἃ ἡ τοῦ ἀντικειμένου κακουργία τὰς ἐπιχειρήσεις ποιεῖται. Σπέρματος δὲ καὶ τέκνου διαφορὰ καὶ ἐν τοῖς εὐαγγελίοις εἴρηται, τῶν μὲν Ἰουδαίων λεγόντων· "6Σπέρμα Ἀβραάμ ἐσμεν"6, τοῦ δὲ Σωτῆρος τοῦτο μὲν αὐτοῖς συγχωροῦντος, ἀπαγορεύοντος δὲ αὐτοὺς τέκνα τυγχ[ά]νειν τοῦ Ἀβραὰμ ἐν τῷ λέγειν· "6Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε."6 Ὁ μὲνγὰρ τέκνον ὑπάρχων καὶ σπέρμα ἐστίν, οὐ πάντως τοῦ σπέρματος καὶ τέκνου γινομένου τῷ ἀπαμβλίσκεσθαι καὶ μὴ τ[ε]λεσιουργεῖσθαι. Εἴη δὲ τοῦτο καὶ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἑπόμενο[ν]. Πολλοὶ γὰρ ἀρξάμενοι κατὰ τὸν Ὑμέναιον καὶ Ἀλέξανδρον περὶ τὴν πίστιν ναυαγήσαντες τέκνα οὐκ ἀπετελέσθησαν. Πᾶν δὲ τεταγμένως καὶ τὰ τῆς φράσεως ἔχει. Οὐ γὰρ ὁ ὄφις πρὸς τὸ σπέρμα, ἀλλὰ πρὸς αὐτήν, οὐδὲ τὸ σπέρμα τοῦ ὄφεως πρὸς αὐτήν, ἀλλὰ τὸ σπέρμα αὐτῆς. Τὰ γὰρ ἄκρως κακὰ πρὸς τὰ ὑπερβάλλοντα ἀγαθὰ ἔχει τὴν μάχην, καὶ τὰ ἐλάττω πρὸς τὰ ἰσόρροπα. Ὁ Θεὸς γὰρ δίδωσιν καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν μὴ ἐῶν ἄμετρον γίνεσθαι κατά τινος πειρασμόν· "6Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἄρα κατέπιον ἡμᾶς."6 Ὡς ἀγαθὸς δὲ ὁ τοῦ παντὸς Κύριος καὶ τὰς ἐπιβουλὰς τοῦ ἀντικειμένου καταμηνύει καὶ τὰς κατ' αὐτοῦ ἐπιθέσεις ἐκδιδάσκει, τοῦ μὲν διαβόλου ἐπιτηροῦντος τὰς τοῦ ἀνθρώπου προκοπὰς καὶ διαβάσεις ἐπὶ τὴν ἀρετήν, αἵτινες διὰ τῆς πτέρνας δηλοῦνται, τοῦ δὲ ἀνθρώπου τὸ κεφάλαιον τῆς κακίας ἐπιτηροῦντος· τούτου γὰρ ἀναιρουμένου, συναναιρεῖται καὶ τὸ πᾶν. Πρόσ<σ>χες δὲ πῶς ἀπὸ γένους ἐπὶ γένος ἕτερον μετέστη ὁ λόγος· ὡς γὰρ πρὸς τὴν γυναῖκα πάντα ἐκεῖνα ἐλέγετο· "6Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τῆς γυναικὸς"6 καὶ τὰ ἑξῆς, νῦν δέ φησιν· "6Αὐτὸς τηρήσει κεφαλὴν καὶ σὺ αὐτοῦ 100 πτέρναν."6 Ἔδει γὰρ περὶ μὲν τῆς ἀσθενεστέρας λέγεσθαι 100 τὸ ἔχθραν θήσω, ἵνα τὸ ἀμιγὲς μηδὲ ἀπάτης χώρα γένηται, περὶ δὲ τοῦ ἀνδρός, ἅτε οὐκ ἐξαπατηθέντος κατὰ τὴν ἀποστολικὴν φωνήν, λέγεσθαι· "6Αὐτός σου τηρήσει κεφαλήν."6 Ἰσχυ[ρὸ]ς γὰρ ὢν καὶ πολεμεῖν ἐστιν ἐπιτη- δειότερος καὶ φυλάττειν τὰς τοῦ ἀντικειμένου ἐπιβολάς, μὴ συγχωρῶν αὑτῷ ἀπάτης ἀρχὴν προσαγαγεῖν ὡς τῇ Εὕᾳ, ᾗ, καθὼς προειρήκαμεν, συνηκολούθησεν, ἐπεὶ καὶ αὐτὸς εἶπεν· "6Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ"6, ἣν καὶ οὐκ ἀφῆκεν διὰ τὸ αὐτῆς χρήσιμον. Συνεκβέβληται γὰρ οὐ δι' ἑαυτόν, καθὰ καὶ τοῖς ἐν Βαβυλῶνι αἰχμαλωτιζομένοις ἠκολούθουν οἱ ἅγιοι οὐδὲν ἄξιον αἰχμαλωσίας δεδρακότες, ἀλλ' ὅπως ἰατροὶ τῶν αἰχμαλωτισθέντων γένωνται, ὡς ∆ανιὴλ καὶ Ἰεζεχιὴλ καὶ οἱ