1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

47

ἀρετῆς ὡς καὶ οἱ προεκτεθ[έν]τες. Ἀπὸ γὰρ ὑποδεεστέρας ἀρετῆς, ἥτις διὰ τῶν πρώτω[ν ὀ]νο- μάτων ἐσημαίνετο, διαβάντες ἐπὶ μείζονα, οἰκείως [ἀρετ]ῆς τὰς προσηγορίας ἐδέξαντο, ὡς ἔνεστιν ἐντύχοντα τα[ῖς τ]ούτων ἑρμηνείαις θεωρῆσαι. Ἀβρὰμ μὲν γὰρ ἑρμηνεύε[ται] 114 πρὸς ἑτέραις καὶ "3πατὴρ υἱοῦ"3, Ἀβραὰμ δὲ "3πατὴρ υἱῶν"3, τοῦ μὲν πρώτου δηλοῦντος διδασκαλικὴν ἕξιν, οὐ´̣πω δὲ διαβαίνειν εἰς πάντας δυναμένην, ὅπερ ἐδήλου δε̣ύτερον· Σάρα δέ, ἑνὸς προσγραφομένου ῥῶ, "3μικρότης"3 ἑρμηνεύεται, ὅπερ δηλοῖ τὸν εἰσαγωγικὸν τρόπον, Σάρρα δὲ "3ἀρχοῦσα"3 δι' οὗ δηλοῦται ἡ τελειότης τῆς ἀρετῆς· ἀρχικὸν γὰρ αὕτη καὶ δυνατώτατον. Ἰακὼβ "3πτερνιστὴς"3 ἑρμηνευόμενος παρίστησι τὸ ἀσκητικὸν καὶ πρὸς τὰ πάθη ἀντιστατικόν, Ἰσραὴλ δὲ πρὸς τοῦ Θεοῦ μετονομαζόμενος τοῦ μηδὲν εἰκαίως ποιοῦντος, παρίστησιν τὸ θεωρητικὸν καὶ τὴν τοῦ νοῦ καθαρότητα, καθ' ἣν Θεὸν ὁρᾷ, [ὅπ]ερ μετὰ τὴν ἠθικὴν κατόρθωσιν συμβαίνει· "3νοῦς"3 γὰρ "3[ὁρῶ]ν Θεὸν"3 Ἰσραὴλ ἑρμηνεύεται. Τί δὲ δεῖ περὶ τοῦ προκρ[ίτο]υ τῶν ἀποστόλων λέγειν, ὅποτε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς φανε[ρῶ]ς ἐν τῷ εὐαγγελίῳ διὰ τὴν ὁμολογίαν αὐτὸν οὕτω κέ[κ]ληκεν· εἰπόντι γὰρ "6Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος"6 [ἀπε]κρίνατο· "6Σὺ εἶ Πέτ̣ρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομή[σω] μου τὴν ἐκκλησία̣ν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐ[τῆς]."6 Καὶ τα[ῦτα] μὲν περὶ τούτων· ἐπανέλθωμεν δὲ ἐπὶ τὸ ε᾿̣[ξ ἀ]ρχῆς· "6Κ[αὶ] ἔταξεν τὰ χερουβεὶμ καὶ τὴν φλογίνην ῥομ[φα]ίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύ[λου] τῆς ζωῆς"6. Κα̣ὶ ἔστιν καὶ ἀπὸ τούτων ἐλέγξαι τοὺς κ[αὶ νῦ]ν εἶναι νομίζον̣τας ἐπὶ γῆς τὸν παρά- δεισον, ἐρω̣[τῶν]τας αὐτοὺς πῶς ῥο̣μφαίαφυλάττει ἄψυχος, εἰ οὕτω λ[αμβά]νοιτο· <τὸ> γὰρ φυλάττειν οὐκ ἐμψύχου μόνον ἀλλὰ καὶ λο[γικοῦ] τυγχάνει, καὶ μάλιστα Θεοῦ παράδεισον. Τίνα δὲ δώσουσι[ν λό]γον περὶ τοῦ μὴ ἕτερά τινα δεδόσθαι φυλάττειν τὴν ὁδὸ[ν το]ῦ ξύλου 115 τῆς ζωῆς ἢ τὰ ὑπερανεβεβηκότα λογικὰ χερουβείμ; Ἐκ γὰρ τῶν φυλαττόντων τὸ μέγεθος τοῦ φυλαττομένου ἔστιν μὲν νοεῖν. Πῶς δὲ ἐπὶ μὲν τῆς ῥομφαίας ὁ ἑνικὸς εἴρηται χαρακτήρ, ἐπὶ δὲ τῶν χερουβεὶμ πλῆθος; Οὐκοῦν ἐπειδὴ οὐδὲν παρ' ἐκείνων ἢ ψυχρά τινα, ἃ οὐδὲ λέγειν καλόν, λεχθήσεται, ὥρα ἡμᾶς, ἀξίαν τοῦ θείου παραδείσου ἐννοοῦντας τὴν δοθεῖσαν φυλακήν, οἰκείως περὶ τούτου, Θεοῦ δίδοντος, διαλαβεῖν. Φιλανθρωπίαν μὲν οὖν τοῦ Θεοῦ τῶν ὅλων σημαίνει τὸ μίαν εἶναι ῥομφαίαν, ὅπερ σημεῖόν ἐστι κολαστικῆς δυνάμεως, τὴν φυλάσσουσαν, "3πλῆθος"3 δὲ "3[τ]ῆς γνώσεως"3 τῆς ἐπὶ τὴν θείαν ἀρετὴν ἀγούσης. Οὐ γὰρ κα[τ]ὰ τὰ ἁμαρτήματα ἐπάγει Θεὸς τὰς κολάσεις, πολλὰς διδο[ὺ]ς ἀφορμὰς ἐπὶ σωτηρίαν ἄγουσας. Καὶ ὅτι μὲν οὐ κατ' ἀξίαν κ[ολ]άζει, δηλοῖ ὁ ψαλμός· "6Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, τί[ς] ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν"6. Τῶν δ' ἐπὶ τὴν ἀ[ρετ]ὴν καλούντων πολλὰ τὰ αἴτια, πρῶτον ἡ τῶν κοινῶν ἐνν[οιῶ]ν δόσις, καθ' ἃς σῳζόμενας ἀδιαστρόφους ἡ ἀρετὴ κατο[ρ- θο]ῦται, ἐπὶ τούτων διὰ πλῆθος ἁμαρτίας κα[λυφ]θεισῶν [π]ατριάρχαι, νόμος, προφῆται καὶ ἐπὶ συντελείᾳ τῶν [α]ἰώνων [ὁ] Κύριος, ὃς καὶ τοὺς ἀποστόλους δέδωκεν, καὶ ὅλως οὐδὲν τῶν πα[ρὰ] τῆς προνοίας ἐστὶν ὃ μὴ ἐπὶ σωτηρία̣ν καλεῖ. Ἀλλὰ καὶ ἡ [ῥ]ομφαία χρησίμως καὶ δι' αὐτὸ τοῦτο τέθειται. Ἢ οὐ θε[ῖος] παράδεισός ἐστιν καὶ ὁ τῆς γραφῆς λόγος ἔχων ἐν ἑαυ[τῷ] καὶ τὰς ἀπειλὰς τὰς κατὰ τῶν μὴ βουλομένων ἕπεσθ[αι τ]αῖς τοῦ Θεοῦ προστάξεσιν καὶ τὰς μυρίας διορθώσεις ἐπὶ τὴ[ν ἀ]ρετὴν καλοῦσας; Καὶ γὰρ αὕται, ποιητικαὶ τυγχάνουσαι τῆ[ς] ἐπὶ τὸν παράδεισον εἰσόδου, κωλύουσι καὶ τῆς κολάσεως [τ]ὴν πικρίαν. Ὅτι δὲ ἡ ῥομφαία ἀντὶ κολάσεως ἐν ταῖς γραφ[αῖς] 116 φέρεται, ἔστιν ἐκ πολλῶν μαρτύρασθαι· "6Ἐν ῥομφαίᾳ"6 φησὶν "6τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ"6· καὶ οὐδήπου πάντες διὰ ξίφους ἀποθνῄσκουσιν, ἀλλὰ τὴν μέλλουσαν κατὰ τῶν ἁμαρτανόντων ἐπιφέρεσθαι κόλασιν τὸ τῆς ῥομφαίας