1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

48

ὄνομα δηλοῖ· καὶ τὸ "6Ὑμεῖς δ' Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε"6 τὴν αὐτὴν παρίστησιν διάνοιαν· ἀλλὰ καὶ τὸ λεγόμενον ἐν τῇ Ἐξόδῳ ὑπὸ τῶν ὑπὸ τοῦ Φαραὼ καταπονουμένων πρὸς Μωσέα καὶ Ἀαρών· "6Ἴδοι ὁ Θεὸς καὶ κρίναι *** δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας Φαραώ"6, δηλοῦσιν δὲ διὰ τοῦ ὀνόματος τῆς ῥομφαίας τὴν καθ' ἑαυ[τ]ῶν ἐπενεχθεῖσαν θλῖψιν. Τούτοις συνᾴδει καὶ τὸ "6Ἐὰν μὴ ἐπιστραφῆτε τὴν ῥομφαίαν αὐτοῦ, στιλβώσει"6· αὕτη δὲ στ[ρε]φομένη εἴρηται, ἵνα, στρα- φέντος ἀπὸ κακίας ἐπ' ἀρετὴν [τ]οῦ ἀνθρώπου, καὶ αὐτὴ στραφῇ τὴν εἴσοδον παρέχουσα. Ἡ φυλακὴ ο[ὖν, εἰ]ς ἣν τέθεινται ἡ ῥομφαία καὶ τὰ χερουβείμ, ὡς πρ[οείρ]ηται, εἴη πρὸς ὠφέλειαν, ἵνα, εἰ γένοιτο πόθος τινὶ τῆς εἰσόδου, [δι]ὰ τούτων ἡ χειραγωγία γένηται, τῶν μὲν χερουβεὶμ αἰνιττο[μέν]ων τὴν γνῶσιν τῆς ἀληθείας, ἧς μετέχειν δεῖ τὸν εἰσεῖνα[ι β]ουλόμε[νο]ν, τῆς δὲ ῥομφαίας τὴν ἐπίπονον ἀγωγήν· καὶ γὰρ δι[ὰ π]ολλῶν [θλ]ίψεων τῆς εἰσόδου ἔστιν τῆς βασιλείας τυχεῖν, ὡ[ς γ]έγραπται. Ὅτι δὲ στρεφομένη ἡ παρὰ Θεοῦ ἐκ[κε]ιμένη κόλασις καὶ οὐ πάντως ἐνερχομένη, τὰ κατὰ Νινευεί[τα]ς διδάσκει, οἳ τὴν ὀργὴν διὰ μετανοίας ἐκώλυσαν· τούτοις [δὲ] τὰ τῆς ἀπειλῆς ἐστράφη. Ἀλλὰ καὶ οἱ ἅγιοι, εἰδότες τὸ περὶ τ[ὰ] χερουβεὶμ κρῖμα καὶ ὡς οὐχ οἷόν τε εἰσελθεῖν εἰς τὸν παρά[δει]σον χωρὶς τῆς περὶ αὐτὰ τοῦ Θεοῦ οἰκονομίας, φασίν· "6Ὁ καθή[μ]ενος ἐπὶ τῶν χερουβεὶμ ἐμφάνηθι"6 καθάπερ ἡνίοχος αὐτοῖς ἐ[πο]χούμενος καὶ τῇ σῇ βουλῇ ἀνοίγων ἢ κλείων τὴν εἴσοδον, ὅτ[ι] τ[ο]ῖς σοῖς πειθόμενοι προστάγ- 117 μασι οἱ ἔξω εἰσελθεῖν ἐπιθυμοῦσιν. Ἀλλὰ καὶ ἄλλοι ἐπιστάμενοι ὡς αὐτός ἐστιν ὁ ἀποφηνάμενος κατὰ τοῦ ἀνθρώπου· "6Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ"6, παρακα- λοῦσιν αὐτὸν λέγοντες· "6Ὁ καθήμενος ἐπὶ τῶν χερουβείμ, σαλευθήτω ἡ γῆ"6, ἵνα, μεταβολῆς γεγενημένης περὶ τὴν γῆν, εἴπῃ τῷ λῃστῇ· "6Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ"6. ιῃ, 1-2. Ἀδὰμ δὲ ἔγνω Εὕαν τὴν [γ]υναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Κάιν καὶ εἶπεν· Ἐκτησάμην ἄνθρω- πον διὰ τοῦ Θεοῦ. Καὶ προσέθηκεν τεκεῖν τ[ὸ]ν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Καὶ ἐγένετο Ἄβελ ποιμὴν π[ρο]βάτων, Κάιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Ἀκολούθως μετὰ τὴν ἐ[κ]βολὴν τὴν ἐκ τοῦ παραδείσου καὶ τὴν ποίησιν τῶν δερμ[α]τί[ν]ων κιτώνων εἴρηται· Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυνα[ῖκα] αὐτοῦ, τῆς γνώσεως ἀντὶ πείρας καὶ τῆς πρὸς γυναῖκα [συν]όδου λεγομένης· ᾔδει γὰρ αὐτὴν κατὰ τὸ τοῦ ἐπίστα[σθ]αι σημαινόμενον· οὕτω γοῦν καὶ εἶπεν θε[α]σ̣άμεν[ος] αὐτήν· "6Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου"6. [Κα]τὰ τὴν [γ]νῶσιν ἣν ἔγνω Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ εἴρηται κα[ὶ ἐ]ν ταῖς Βασιλείαις· "6Ἔγνω Ἐλκανᾶ Ἅνναν τὴν γυναῖκααὐτοῦ"6. [Οὕ]τως εἴρηται καὶ περὶ Ῥεβέκκας· "6Παρ- θένος ἦν, ἀνὴρ οὐκ ἔ[γνω] αὐτήν"6, καὶ οὐδήπου ὑπ' οὐδένος ἐγιγνώσκετο ἀνδρό[ς, ἀ]λλὰ δῆλον ὡς διὰ τὸ μήπω συνελη- λυθέναι αὐτὴν ἀνδρὶ [οὕ]τως εἴρηται. Εὖ δὲ καὶ τὸ εἰπεῖν· "6Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγν[ω] αὐτήν"6· εἰ μὴ συνετῶς νοηθῇ, δισσολογία ἂν εἴη, ἀλλὰ δ[ηλ]ῶσαι βουλόμενον τὸ λόγιον ὡς καὶ σώματι καὶ γνώμῃ ἁγνοτάτη ἐτύγχανεν, 118 οὕτως εἴρηκεν. Οὕτω θειότερον καὶ Μαρία ἔφασκεν· "6Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γιγνώσκω;"6 Ἀλήθης γὰρ οὖσα ὄψεως ἀνδρός, διεταράχθηθεασαμένη τὸν ἄγγελον, εἰ μὴ αὐτὸς αὐτῆς ἀφεῖλεν τὸν φόβον, πιθανὸν δὲ καὶ τὸ νομομαθὴ οὔσαν ἐννοῆσαι μὴ ἄρα τις τῶν παραβάντων ἀγγέλων ἦν ὁ φανείς, τῶν ἐπιτεθυμηκέναι εἰρημένων τὰς τῶν ἀνθρώπων θυγατέρας. "6Καὶ συλλαβοῦσα ἔτεκεν τὸν Κάιν."6 Ἕτερο[ς] τρόπος γενέσεως ἀνθρώπων ὑπογράφεται· ὁ μὲν γὰρ Ἀδὰμ ἀπ[ὸ] χοῦ πέπλασται, ἡ δὲ Εὕα ἀπὸ τῆς πλευρᾶς τοῦ ἀνδρὸς λη[μ]φθεῖσα ᾠκοδομήθη, οὗτος δὲ ὁ νῦν γεννώμενος ἐξ ἀ[μ]φοτέρων τοκέων πρῶτος προῆλθεν, τῆς κατὰ τὸν Σωτῆρα γ[εν]ε´̣σεως ἐκ μόνης παρθένου γεγενημένης. Οὐκ ἄκαιρον γὰρ τ[ο]ῦτο παρασημήνασθαι, ἵνα πάντες οἱ τρόποι τῆς