50
πε[ιρώ]μενοι γὰρ ὡς ἀντεχό- μενοι τῆς σωφροσύνης περιπ[οι]οῦνται [ἐνσ]τάσεσιν. Κύριοι γὰρ τοῦ ταύταις περιβαλεῖν ἐφαίνον[το] οἱ εἰς ἁμαρτίαν προτρεπόμενοι· ὅμως οὐκ εἶξαν, [ἀ]λλ' εἵλαντ[ο] τὸ γνήσιον τὸ πρὸς Θεὸν διατηρεῖν, καὶ εἰ θάνατ[ος] γένοιτο· οὕτως διαπύρῳ τῷ πόθῳ τῆς ἁγνείας ἀντείχον[το], καὶ τὸ τέλος δὲ διέδειξεν καὶ τοῖς ἀπίστοις τὴν κρίσιν [α]ὐτῶν καὶ τὴν δοκιμασίαν σωτήριον Θεοῦ, τῆς ἀρετῆς αὐ[το]ὺς ἀποδεξαμένου. Ἀλλ' ὁ Κάιν οὐ τοιοῦτος, μελλητὴς δ[ὲ ε]ἰσάγεται· "6Μεθ' ἡμέρας"6 γὰρ "6ἤνεγκεν ἀπὸ τῶν καρπῶν τῆς γῆς"6, ὥσπερ ἔκ τινος μεταγνώσεως Θεοῦ μνημονεύων. Το[ῦ]το καταμεμφομένη ἡ θεία γραφὴ διδάσκει· "6Μὴ 121 ἀπόσχῃ εὖ [π]οιεῖν ἐνδεή, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπης· Ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν"6. Περὶ δὲ τοῦ Ἄβελ οὐκ εἴρηται ὡς "6μεθ' ἡμέρας"6, ἀλλά· "6Καὶ Ἄβελ ἤνεγκεν καὶ αὐτός"6· καὶ ποῖα ἤνεγκεν, παρασημαίνει τὸ λόγιον, αἰνιττόμενον αὐτῶν τὸ οἰκεῖον καὶ τίμιον· "6ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων"6. Ἅτε δὲ τοῦ μὲν Κάιν ἠμελημένως πεποιηκότος τὰ τῆς προσαγωγῆς, τοῦ δ' Ἄβελ γνησίως, "6ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάι[ν] καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν"6. Τὸ γὰρ γνήσιον διαφ[αί]νεται τοῦ Ἄβελ· πρωτότοκα γὰρ προσήγαγεν, τὰ τιμιώτατα τ[ῷ] Θεῷ κρίνας ἀπονέμειν, ὧν ἐστιν καὶ τὰ στέατα, ὡς ἔδει κ[αὶ τ]ὸν Κάιν ποιῆσαι, ἀπὸ τῶν πρωτογενημάτων παράσχοντα. Ἀ[π]άρχεσθαι γὰρ προη- γουμένως πρέπει τῷ Θεῷ, ὅπερ πνευματικῶς ὁ μακάριος ∆αυὶδ ποιεῖ λέγων· "6Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρ[ὸ]ς σέ, ὁ Θεός"6, οὐδέν μοι τῶν ἄλλων πρόκριτόν ἐστιν ἀλλ' ἡ πρὸ[ς] σὲ καταφυγή· καίτοι σοι τῷ Θεῷ πρὸ παντὸς πράγματος ἀπο[νέμητ]αι τὰ καθήκοντα. ∆ῶρον δὲ θυσίας ταύτῃ διαφέρει ὅτ[ι τὸ μ]ὲν δῶρον ἀπὸ ζῴων προσάγεται, ἡ δὲ θυσία οὐχί· ὅσῳ δὲ [ζῷ]α τῶν ἀψύχων τῇ φύσει τιμιώτερα φανερ[όν. Τί] δὲ τὸ "6[Οὐ] προσέσχεν ὁ Θεός"6, ἐξ οὗ καὶ λελύ- πηται Κάιν καὶ συν[έπ]εσεν αὐτοῦ τὸ πρόσωπον, εἴποι τις ἄν, ἢ πῶς ἔγνω Κάιν ὅτι ο[ὐ] προσεδέ[χε]το Θεός, ἵνα καὶ λυπηθῇ; πρὸς ὃ λέγοι τις τὰ ἀπὸ τῆς βίβλου τῆς δ[ιαθ]ήκης, ἐν ἧ γέγραπται ὡς ἀπ' οὐρανοῦ πῦρ κατιὸν ἐδέχετο [τὰς] θυσίας τὰς δεόντως προσαγομένας, ἐξ οὗ εἰκὸς ἐγνωκ[έ]ναι τὸν Κάιν, ἐπὶ τὰς αὐτοῦ μὴ ἐπελ- θόντος τοῦ πυρός, τῶ[ν τ]οῦ Ἄβελ δαπανηθεισῶν ὑπ' αὐτοῦ. Τοῦτο δὲ καὶ ἐν τῷ Λευι[τι]κῷ ἐγίνετο· οἱ γὰρ προαγα- γόντες ἀλλότριον πῦρ ἐπὶ τὸ θυ[σι]αστήριον δίκην ὑπέσχον οὐ μίκραν, καὶ Ἠλίας ὁ μέγας προφήτης [π]ρὸς τοὺς 122 ἱερεῖς τῆς Βάαλ ἀπομαχό<μενος> διέδειξεν ὡς ἀπ' οὐρανοῦ τὸ πῦρ κατῄει ἐπὶ τὰς αὐτοῦ, ἁγίου ὄντος, θυσίας. Ταῦτα μὲν οὖν ἡ τοῦ ῥητοῦ παρέχει διήγησις· ὁ δὲ τῆς ἀναγωγῆς νοῦς τοιοῦτος ἂν εἴη· οἱ τὴν ἀρετὴν ὑποκρι- νόμενοι τῷ μὴ ἀπὸ γνησίας προθέσεως ἀλλ' ἄλλου χάριν τὴν ἐξωφάνειαν ἐπιδείκνυσθαι μελληταί τινές εἰσιν καὶ ἀδόκιμοι, οὐκ ἀπαρχόμενοι τῷ Θεῷ· ἀπαρχὴ δ' ἐστὶν ἀρετῆς ἡ ἀπὸ τῆς γνώμης· κίνησις ἐπ' [α]ὐτὴν ἐκεῖθεν φύεται. Τοῦτο ∆αυὶδ παιδεύει φάσκων· "6Ἀλλ' ἦν [ἐν] νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ"6· οἱ δ' ὑποκριταί, οὐκ ἔχοντες ἀρετ[ῆ]ς θέλημα, ἢ αἰσχροῦ χάριν κέρδους, ὡς εἴρηται, ἢ δόξης τὰ τῆς ἀ[ρε]τῆς ὑποκρίνονται. Ταύτης ὢν τῆς μερίδος Κάιν προσήγα̣[γεν] μεθ' ἡμέρας, ὁ δ' Ἄβελ ἀμελλητὶ ζῷα πρωτότοκα καὶ στέατ[α] προσάγει· οὐδεμίαν γὰρ ἑαυτοῦ πρᾶξιν οἴεται ἀπαρχόμενος ὁ [ἐ]νάρετος εἶναι μὴ τῷ Θεῷ προσήκουσαν, καθὰ καὶ Παῦλος ὁ μα[κ]άρ[ιο]ς λέγων· "6Οὐκ ἐγὼ δέ, ἀλλὰ ἡ χάρις τοῦ Θεοῦ σὺν ἐμοί"6, καὶ ὁ Ψα[λμ]ῳδός· "6Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπία[σαν ο]ἱ οἰκοδομοῦντες αὐτόν."6 Ὁ Ἄβελ οὖν τὰ ζωτικὰ καὶ ἄλογα κ[τή]ματα [···ημ]ε- ρώσας τῷ λογισμῷ καὶ εὐσταθῆ ποιήσας ἀνέ[φ]ερε τῷ [Θε]ῷ οἰκείων αὐτῷ καὶ μὴ τοῖς πάθεσιν. Γίνεται λύπ[η] τοῖς μὴ ὃν δεῖ τρόπον χρωμένοις τοῖς πράγμασιν, δίκην πυρὸ[ς] τοῦ συνειδότος ἐλέγχοντος καὶ παραδεικνύντος, κἂν ἔτι [ἡ] κακία ἐνέχηται,