1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

52

ταῦτα οὐκ αὐτῷ προσφέρεται, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ὑποστρέφοντος πρὸς αὐτὸν διὰ τὸ μὴ εὑρηκέναι χώραν ἐν Θεῷ. Οὕτω καὶ οἱ ἐλεημοσύνην παρέχοντες πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις ἀπέχουσιν ἑαυτῶν τὸν μισθόν, οὐδὲν ἀπὸ Θεοῦ ἔχοντες· οὐ γὰρ θείῳ [σ]κόπῳ τοῦτ' ἐποίησαν. Ὅλη μὲν οὖν ἡ τοῦ ῥητοῦ διή[γη]σις ὠφελιμωτάτη πρὸς ἦθος καὶ οὕτω ψιλῶς λαμβανομ[έ]νη, παιδεύουσα γνησίως τὰς προσφορὰς καὶ μὴ ἠμελημένως π̣οιεῖσθαι· ἐπειδὴ δὲ ἐν τοῖς φθάσασιν εἰς τρόπους ψυχῆς ἀ[νη]γάγομεν τὰ προειρημένα, ἀναγκαῖον καὶ νῦν τοῦτο ποιῆσ[αι]. Ὁ λόγος τοῦ Θεοῦ ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνυπάρχων, τῇ συνειδήσει τε παρών, κηδεμονικῶς ἐλέγχει τοὺς σφα[λ]λομένους, ὅπερ καὶ νῦν παρίσταται. Οἱ γὰρ ὑποκριταί, ὅσον μὲν εἰ[ς] τὸ τιμίαν δεικνύναι τὴν ἀρετήν, εἰ καὶ μὴ αἱροῦνται αὐ[τήν], ὀρθόν τι δοκοῦσιν ποιεῖν· ἐπειδὴ δ̣ε`̣ τῇ διαιρέσει φαύλω[ς χρ]ω῀̣νται, τὸ μὲν ἀπὸ τοῦ βάθους τῆς διανοίας κίνημα προ`̣ς τὰς ἑ[αυτ]ῶν ἡδονὰς ἄγοντες, τὸ δὲ τῆς ἐξωφανείας δ[ῶρον] διὰ Θεοῦ ποιεῖν σχηματιζόμενοι, εἰκότως οὐκ εἴσι δε[κτοί], τὸ ἔξω[θ]εν τοῦ ποτηρίου καθαρίζοντες καὶ ἔξωθεν μὲν προ[βά]του δορὰ[ν] περιβαλ- λόμενοι, ἔσωθεν δὲ ὄντες λύκοι ἅρπαγες· τοῖς τοιούτ[οι]ς ἐλέγχων ὁ Κύριος ἔλεγεν· "6Τί παρομοιάζετε τάφοις κεκονι[αμ]ένοις· ἔσωθεν γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθ[αρ]σίας."6 Ἀλλ' οἱ ἐνάρετοι, ὅλοι δι' ὅλων ὄντες Θεοῦ καὶ διαθέσει καὶ π[ρ]α´̣ξει, καὶ τὰ ἀνθρώπινα, ἃ δὴ τῆς σωματικῆς ἀνάγκης ἕνεκ[εν] εἰς αὐτοὺς ὅρα, καὶ αὐτὰ σοφῶς ἐπ̣ιτελοῦντες, ὀρθῶς τῇ π[ρο]σαγωγῇ τῇ πρὸς Θεὸν χρῶνται, καὶ τῷ σώματι καὶ τῇ ψυχῇ καθα[ρ]ότητος ἐπιμελόμενοι, ὧν τύπος ὁ Ἄβελ ὑπάρχει 126 ἄρχοντα καὶ προστάτην τὸν Θεὸν τῶν ἑαυτοῦ πράξεων τιθέμενος. Τοῦτο γὰρ ἐναρέτου ἴδιον, τῆς πράξεως τοῦ ὑποκριτοῦ ὑποστρεφούσης ἐπ' αὐτόν· Θεὸς γὰρ τὸ βάθος τῆς διανοίας ἐνορῶν οὐχ ὑποδέχεται τὰ παρ' αὐτοῦ τοιούτου ἐνεργούμενα. ιῃ, 8. Καὶ εἶπεν Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ. ∆ιέλθωμεν εἰς τὸ πεδίον· καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελ[φ]ὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν. Ἡ κατ' ὀλίγον ἐπίδοσις τῆ[ς κ]ακίας μὴ ἐμποδιζομένη εἰς ἀμετρίαν φθάνει, καὶ κρυπτο´̣[μ]ενον ἁμάρτημα τῇ διανοίᾳ, ἐπὰν μὴ ἀπὸ λογισμοῦ κω[λ]υθῇ, ἀποτελέσει τὰ τῆς ἐνεργείας, κἂν δόξῃ πρὸς βραχὺν [ἀ]ν̣αμένειν χρόνον. Τοῦτ' αὐτὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστ[ό]λων φέρεται· τοῦ γὰρ ἡγέμονος πλεῖστα ὅσα παρὰ τοῦ Παύ[λο]υ ἀκούσαντος περὶ τῆς διδασκαλίας τῆς θείας καὶ ἐμφό[βο]υ γεγενημένον, ἐνέκειτο πάλιν τὸ τῆς φιλαργυρίας [π]ά[θ]ος· φησὶν γὰρ τὸ συγγραφικὸν Πνεῦμα ὡς ἔφη πρὸς Παῦλον· "6[Και]ρὸν ἔχων μεταπέμψομαί σε"6, ἅμα καὶ προσδοκῶν χρ[ήμα]τα παρ' αὐτοῦ λαβεῖν. Τοιοῦτόν τι καὶ ὁ ἀλάστωρ Κάιν [πάσχ]ει· μετ[ὰ γ]ὰρ τὸ ἐντραπῆναι ὀλίγον ἐνίσχων τρέφει [τ]ὸν φθόν[ον ἐν] τῇ διανοίᾳ καί φησιν πρὸς τὸν ἀδελφὸν με[τ]ὰ δόλο[υ· "6∆ι]έλθωμεν εἰστὸ πεδίον"6· καὶ διελθὼν οὐκ ἀφῆκ[εν] τὸν θυ[μό]ν, ἀλλ' ἐπιθέμενος ἀναιρεῖ τὸν ἀδελφόν. [Τι]νὲς καὶ ταῦτα ζητεῖν θέλοντές φασιν· Τίνι ἀμυντηρ[ίῳ] χρησάμενος ἀνεῖλεν τὸν Ἄβελ; Οὐδὲν δέ τοι τὸ ἄπ[ορ]ον· καὶ γάρ, εἰ καὶ μὴ σιδήρῳ, ἀλλὰ γοῦν ἢ λίθῳ ἢ ξύλῳ τοῦ[το] οἷόν τε ἦν γενέσθαι, ὃ καὶ ἡ βίβλος τῆς διαθήκης ᾐν[ίξ]ατο. Σφαγὴν δὲ ὁμῶς ἡ γραφὴ τὴν ὁπωσδήποτε γινομ[έ]νην ἀναίρεσιν εἶναί φησιν, ὡς δηλοῦται ἐν τῇ ἐπιστολῇ τῇ Ἰωάννου· "6Καθὼς 127 Κάιν ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ, ὅτ[ι τ]ὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια"6. Τ[ὸ] δὲ "6ἀνέστη Κάιν ἐπὶ Ἄβελ"6 καὶ τὴν ἐπίθεσιν ἅμα καὶ τὴν ἑκ[ού]σιον ὁρμὴν δηλοῖ. Ταῦτα μὲν οὖν ὁ τῆς ἱστορίας περιέχει λόγο[ς]· ἐπειδὴ δὲ τρόπον ὑποκριτὴν ἐφάσκομεν εἶναι τὸν Κά[ι]ν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, τοιαῦτα ἂν εἴη καὶ [τὰ] νῦν. Ἀδελφός ἐστι τοῦ φαινομένου ἔξω ἀνθρώπου [ὁ κ]ρυπτ[ὸς] καὶ ἐν διανοίᾳ ἄνθρωπος· ἀμφοτέρων γὰρ τὸν σπουδ[αῖο]ν̣ ἐπι[μ]έλεσθαι προσήκει, καὶ ὀρθά τε λογιζόμενον καὶ σ[τολι]σμὸν [ο]ἰκεῖον τοῖς