1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

53

τρόποις ἐπιδεικνύμενον, ὅπερ καὶ ὁ ψαλ[μ]ῳδὸς [π]αιδεύων ἐν πρώτῳ ψαλμῷ φησιν· "6Μακάριος ἄνη[ρ ὃ]ς οὐκ ἐ[π]ορεύθη ἐν βουλῇ ἀσεβῶν"6, καὶ μετ' ὀλίγα· "6ὃ τὸν καρπὸ[ν] αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυ[ήσε]ται"6, καρπὸν μὲν λέγων τὴν ἀπὸ διαθέσεως ἐνάρετο[ν πρ]ᾶξιν, φύλλον δὲ <τ>ὸ ἔξωθεν κατάστημα, ὃ ἐν σχήμα[τι κα]ὶ στολισμῷ καὶ μειδιασμῷ ὀδόντων διαφ[αίν]εται. [Ἐπὰ]ν οὖν ὁ ὑποκριτὴς ταῦτα σπουδάζῃ, τοῦ λογ[ισμοῦ] δὲ αὐτ[οῦ] διεστραμμένου τυγχάνοντος, τὸν ἀδελφ[ὸν σ]φάτ- τ[ει], ἀσύμφωνον τὴν διάνοιαν τοῖς ἔξωθεν ἔχων. [Π]εδιὰς δ[ὲ] τούτῳ ἡ κατὰ τῶν ἀπατωμένων μηχανή, ει᾿̣[ς] ἣν χωρῶ[ν] τῇ κατ' ἐκείνων ἀπάτῃ ἑαυτὸν πρότερον εἰς ἁμαρτίαν ἄγε[ι]. Τοιοῦτοι δὲ καὶ οἱ σοφισταὶ τυγχά- νουσιν, πεδια´̣δι τῇ λέξε[ι] χρώμενοι, δι' ἧς εἰς ἀσέβειαν περιάγουσιν τοὺς ἑαυτῶ[ν ἀ]δελφούς. ιῃ, 9. Καὶ εἶπεν Κύριος ὁ Θεὸς πρὸς Κάιν· [Πο]ῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν· Οὐ γιγνώσκω· μ[ὴ] φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ; Ὁ φιλάνθρωπος Θεὸς καὶ τ[οὺ]ς πάντη ἀλλοτριωθέντας 128 αὐτοῦ διὰ πολλὴν ἀγαθότητα πάλιν ἐπισκέπτεται καὶ διὰ τῆς ἐπισκέψεως εἰς αἴσθησιν διεγε̣ίρει, ὅπερ καὶ νῦν ἐπὶ τοῦ Κάιν ποιεῖ, πρῶτον μὲν ἐνιεὶς αὐτῷ τοὺς ἀπὸ τῆς συνειδήσεως λόγους, ἔπειτα καὶ δ[ι]ὰ τοῦ εἰπεῖν "6Ἄβελ ὁ ἀδελφὸς"6 ὥσπερ βαρύνει αὐτὸν τῇ προσηγορίᾳ τῆς φύσεως καὶ ἄγει εἰς συναίσθησιν τοῦ μιάσμα[το]ς. Μέγεθος παρίσταται τ̣οῦ τολμήματος, ὅτι καὶ ἀπέκτει[ν]εν κ[αὶ] ἀδελφὸν καὶ δίκαιον ἀδελφὸν, ὃν δι' ἐπικουρίαν καὶ [β]οή- θε[ιαν] ὁ Θεὸς πεποίηκεν, ἀνελών. Τοῦτο γὰρ τὸ λόγιόν φησιν· "6Εἰς πά[ντ]α̣ καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκ[α]ις χρή[σι]μοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται"6. Τὴν γ[ὰ]ρ αἰτί[αν] τῆς τῶν ἀδελφῶν ὑποστά- σεως ταύτην ὁ λόγος ὑπο[σ]ημαίν[ει]. Ἑνωτικὴ γὰρ ὑπάρχουσα ἡ θεία διοίκησις διὰ πάντων τοῦ[το π]οιεῖ. Ἀμέλει καὶ ἐν τῷ νόμῳ ἀρκούσης τῆς ἀδελφικῆς δια- θέ[σ]εω[ς] καὶ τῶν σφόδρα ἐγγὺς εἰς ἕνωσιν, τούτους μὲν οὐ συγχωρεῖ γ[άμ]ῳ συνάπτεσθαι, ἄλλας δὲ παρὰ τὰς ἀδελφὰς καὶ τὰς πλη[σίον] ἐπιτρέ[π]ει, ἵνα διὰ τούτων ἐπισυνάγηται καὶ ἀπὸ ἄλλων σ̣[···]η καὶ δι[ά]θεσις, ἅπερ ἐπάτησεν Κάιν. Ἰδεῖν γὰρ αὐτοῦ καὶ τ[ὴν ὑ]πόκρισ[ιν ἔ]στιν λέγοντος μετὰ ἀπονοίας· "6Οὐ γινώσκω· μὴ φύ[λα]ξ τοῦ ἀ[δελφ]οῦ μού εἰμι ἐγώ;"6 ∆ιὰ μὲν γὰρ το<ῦ> "6Οὐκ οἶδα"6 τὸ θρασὺ δ[εί]κνυτ[αι, ὅ]τι ᾠήθη Θεὸν λανθάνειν, διὰ <δὲ> τοῦ "6Μὴ φύλαξ;"6 τὸ α᾿̣δ̣ι̣άθετον [κα]ὶ ἀνήμερον καὶ διὰ τοῦτο ἀδιανόητον δηλοῦτα[ι· φ]ύλακα γὰρ αὐτὸν τοῦ ἀδελφοῦἔπρεπεν εἶναι. 129 ιῃ, 10-12. Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικα- τάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χει̣ρός σου, ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοί· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ ἀναισχυνοῦντα διδάσκει ὁ φιλάνθρωπος, καὶ οἰόμενον λανθάνειν Θεὸν παιδεύει ὡς [το]ῦτο ἀδύνατον· "6Φωνή"6 φησιν "6αἵματος τοῦ ἀδελφοῦ σου [β]οᾷ πρὸς μὲ ἐκ τῆς γῆς"6, μὴ νόμιζε τὸν ἀκοίμητον ὀφ[θα]λμὸν τῆς προνοίας διαπεφευγέναι τὸ μίασμα. Φωνὴ[ν] δὲ αἵματος τὴν φανέρωσιν λέγει ὡς καὶ ἑτέρωθι· "6Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρα[ς] ὑμῶν ὁ ἀπεστερημένος ἀφ' ὑμῶν κράζει"6. Καὶ οὕτω[ς] γ[ὰ]ρ ἐκλημπτέον, δυνατὸν δὲ καὶ τὸ αἷμα ἀντὶ τῆς ψυ[χῆς] ἐνταῦθα εἰρῆσθαι. Λέγοι δ' ἄν τις ὅτι διὰ τοῦ<το> αἵματος ἐμνήσθη, ὅτι τὸ σῶμα ἔκρυψεν. Ἐκχύ[σεως] δὲ μνημονεύει καὶ ὡς ἡ γῆ ἔχανεν τὸ στόμα α[ὐτῆς] δέξασθ̣αι τὸ αἷμα καὶ ἀδελφοῦ συνεχῶς, ἵνα μεγ[εθύ]νων [τὸ] πραχθὲν καταιδέσῃ τὸν ὠμόθυμον. Ἐπ[άγ]ει δὲ αὐτ[ῷ] καὶ ἀρὰς εἰκότως τοσοῦτον ἐργα- σαμένῳ [λ]έγω<ν>· "6Καὶ ν[ῦν] ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ὅτι ἐργᾷ τὴν [γ]ῆν καὶ οὐ πρ[ο]σθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι."6 Πολλάκ[ι]ς γὰρ διὰ τα`̣ς̣ τῶν ἀνθρώπων ἁμαρτίας ἡ τῆς γῆς ἔνδεια συμβαίνει τοὺς καρ̣π̣οὺς οὐκ ἀποδιδούσης κατὰ τὸ