1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

54

εἰρημένον· "6[Π]ενθήσει ἡ γῆ διὰ τοὺς κατοικοῦντας ἐν̣ αὐτῇ."6 ∆έδο[τ]αι γὰρ αὐτῂ ἐπὶ τῷ ἐκφέρειν καρποὺς τοῖς ἀδιάστρο[φ]ον μὲν τηροῦσι τὸν λογισμόν, φιλανθρωπίᾳ δὲ Θεοῦ κ[αὶ] τοῖς σφαλλομένοις 130 παρέχει τὰ ἀναγκαῖα, προστάγματι πάλιν αὐτοῦ τῶν ἀπ' αὐτῆς ἐκλειπόν[των] καρπῶν, ἵν' ἐπιστροφὴ γένηται. Εἴη δὲ πρὸς ἀναγωγήν, ἑπομένων ἡμῶν τοῖς πρώτοις, αἰτιώμενος τὸν ὑποκριτὴν ὁ Θεός, ὅτι τὴν ζωτικὴν δύναμιν τῆς ψυχῆς διαστρέφει, ἀδελφὸν οὖσαν τοῦ ἔξω ἀνθρώπου, ὡς εἴρηται. ∆ιὸ καὶ ἐπικατάρατος ἔσται, μηκέτι παρέχουσα καρπούς, ἀλλὰ τὴν ἐντρέχειαν ἐπὶ χρησίμῳ παραπολλύουσα, ἵν' ἐκ τούτου <εἰς> τὴν τῆς ἀρετῆς ἀρχὴν καταβάληται· [χρ]ήσιμον γὰρ καὶ τὸ διαστραφῆναι πονηρίαν, τῶν ἀπ' αὐτῆ[ς ··]τελῶν μὴ ἐπιτυγχανομένων, ἵνα κόπος ἐγγενόμε[νος] ἔρωτα τῆς ἀρετῆς ἐμποιήσῃ κατὰ τὸ εἰρημένον· "6Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται"6. "6Στένων"6 δὲ "6κα[ὶ] τρ[έ]μων ἐπὶ τῆς γῆς"6 ἔσται, οὕτω κρινόμενος, ἀεὶ ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος. ιῃ, 13-14. [Καὶ] εἶπεν Κάιν πρὸς Κύριον τὸν Θεόν· Μείζων ἡ α[ἰ]τία μου τοῦ ἀφεθῆναί με· εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι· καὶ ἔ[σομαι σ]τένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκ[ων] με ἀποκτενεῖ με· Ἔγκειται καὶ τοῖς ἀλλοτριοῦσιν ἑ[α]υτοὺς το[ῦ] Θεοῦ λόγος, καθ' ὃν περὶ Θεοῦ αὐτοῦ ὡς φιλανθρώπου καὶ ἀγαθοῦ [ἀν]αλαμβάνουσιν· καὶ οὐχ οἷόν τε ἐκκεκόφθαι ταύτην ἀγ̣αθ̣[ὴ]ν τὴν ἔννοιαν, κἂν διὰ βάθος κακίας δυσαρεστῶνται π[ο]λλάκις. Αὐτίκα γοῦν εἰς ἀνάγκην περιστάντες οἱ πάν[τως] Θεοῦ ἀμνήμονες ἐπὶ λιτὰς καὶ ἱκεσίας καταφεύγ[ου]σιν, ὅπερ καὶ ἐπὶ τοῦ Κάιν θεωρεῖται. Ὡς γὰρ ἐπιλήσμων [Θεοῦ] ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον 131 ὁρμήσας καὶ μετὰ θράσους [ὑ]ποκρινάμενος αὐτῷ ἐρωτή- σαντι· "6Ποῦ Ἄβελ ὁ ἀδελφός σου;"6, ἅτε δὲ μήπω πλείστης ἐν ἀνθρώποις διαστροφῆς ὑπαρχούσης, γνοὺς ἐκ τῶν τοῦ Θεοῦ λόγων, ὧν διὰ τοῦ ἐλέγχου ἔμαθεν τῶν ἐν τῷ συνειδότι γεγενημένων, ὡς ἀναπόδραστός ἐστιν ὁ τοῦ Θεοῦ ὀφθαλμός, δέεται αὐτοῦ μὴ εἰς παντὴ ἀλλοτρίω- σιν αὐτοῦ τοῦτον περιστῆσαι, ἐξ οὗ στένειν τε καὶ τρέμειν συμβήσεται καὶ ὑπὸ παντὸς τοῦ εὑρίσκοντος αὐτὸν προσ- δοκᾶν ἀναίρεσιν. Ὁ γὰρ πεπεισμένος ὡς ἡ σκεπαστικὴ δύναμις τοῦ Θεοῦ ἀπ' αὐτοῦ ἀπέστη πάντα τὰ ἄλλα φοβερὰ λογίζεται κ̣αὶ ἐπ' οὐδενὶ τῶν ὑφ' ἑαυτοῦ πραττο- μένων θαρρεῖ. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται εἰς τὴν ὅλην περίνοιαν τῆς τοῦ Κάιν ἀποκρίσεως· ἴδωμεν δὲ καὶ τὴν ὑποσυγκεχυ- μένην αὐτοῦ ἀπόκρισιν, ἅτε φαύλου καὶ οὐ μετέχοντος θεία[ς] χάριτος. "6Μείζων"6 φησίν "6ἐστιν ἡ αἰτία μου τοῦ ἀφεθῆναί με"6, ὅπερ εἴη δηλοῦν κατὰ πρώτην διάνοιαν ὅτι μεῖζον ἔσται μου τὸ κ[ακό]ν, μὴ ἐπεξερχομένου σου, ὠ῀̣ Θεέ, τῇ κατ' ἐμο[ῦ ἀ]δικίᾳ· ἔτι γὰρ ὑπὸ κηδεμονίαν ὑπάρχοντός ἐστ[ι τ]ὸ μὴ ἀπ̣αγορεύεσθαι. Τοῦτ' αὐτὸ ἐν τῷ προφήτῃ ἐπὶ τῶν ἀξίων καταφρονήσεως καὶ εἰς ἀδόκιμον νοῦν παραδοθέντων λέγεται πρὸς τοῦ Θεοῦ· "6Οὐ μὴ ἐπισκήψομαι ἐπὶ τὰς θυγατέρας αὐτῶν, ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν, ὅταν μοιχεύωσιν. Ὅτε μὲν γὰρ ἁμαρτάνοντας ἐπιστρέψαι οἵους τε ὄντας πα̣ιδευ῀̣σαι βούλεται, φησίν· "6Ἐπισκέψομαι ε᾿̣ν ῥάβδῳ 132 τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν."6 Ὅ τι δε`̣ νῦν φησιν, τοῦτ' ἔστιν ὅτι μείζων μου ἡ μέμψις ἔσται, σοῦ, Κύριε, μὴ ἐπεξίοντος, ὡς εἴρηται· ὡς δὲ ἐσφαλμένος καὶ διαστροφὴν παθὼν οἴεται ὅτι τῆς γῆς ἐκβεβλημένος καὶ τοῦ προσώπου τοῦ Θεοῦ ἐκβληθήσεται. Κατὰ δὲ ἑτέραν διάνοιαν εἴη ἂν λέγων ταῦτα, ὅτι μεῖζόν μοι ἔσται κακόν, εἰ παραμένοιμι ἐν τῇ γῇ, σοῦ, ὦ Θεέ, μὴ ἀπολλύοντός με εἰς ἀνυπαρξίαν· εἰ γὰρ ἐκβάλλοις με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι μηκέτι ὑπάρχων, ὅπερ εὐκτὸν αὐτῷ ὑπῆρχεν, ἐπειδὴ δὲ οὐκ ἐκβάλλεις με ἀπὸ τῆς γῆς-τοῦτο γὰρ προσυ- πακούειν δεῖ-, ἔσομαι στένων ἐν αὐτῇ καὶ τρέμων,