1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

57

κόσμου καὶ ὑπὲρ τοῦ ζώπυρον παραμεῖναι τὸ τοῦ ἀνθρωπείου γένους μο´̣νος σοφὸς μείνοι μετὰ θυγατρὸς ἐπιστάμενος ὅτι διακοσμηθήσεται πάλιν κόσμος, δι' ὃ καὶ χρεία διαδοχῆς, εἰ καθηκόντως χρήσηται τῇ θυγατρί· καὶ φαίνεται αὐτοῖς ὁ λόγος οὐκ ἀνοίκειος τῷ μὴ εἶναι ἄλλην. Τοῦτο φαίνεται καὶ περὶ τῶν θυγατέρων τοῦ Λὼτ γεγενημένον, ὃ οἱ φιλαίτιοι μὲν αἰτιάσονται, τῶν δὲ συνετῶν οὐδείς. Μὴ γὰρ οἰόμεναι ἄλλον ἄνδρα εἶναι διὰ τὴν γεγενημένην καῦσιν τῶν πόλεων ἐκείνων, ἀλλὰ καὶ προσλαβοῦσαι ὡς κόραι ὅτι πᾶσα ἡ γῆ τοιαῦτα ὑπέστη ἐμπρησθεῖσα, λέγουσι γοῦν· "6Ἰδοὺ ὁ πατὴρ ἡμῶν γεγήρακεν καὶ οὐκ ἔστιν ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, καθὼς καθήκει πάσῃ τῇ γῇ, δεῦτε καὶ ποτίσωμεν τὸν πατέρα ἑαυτῶν οἶνον"6· καὶ ὅτι οὐκ ἐμπαθῶς τοῦτο πεποιήκασιν, ἀλλὰ ζώπυρον ὑπολιποῦσαι, συνελθοῦσα ἡ 138 μία προετρέψατο καὶ τὴν ἄλλην τοῦτο ποιῆσαι, ὅπερ οὐκ ἂν ἐποίει ταχέως, εἰ πάθει ἐδούλευεν, ἀλλὰ τῷ αὐτῷ τρόπῳ ὡς ἡ πρώτη ᾠκονόμησεν καὶ ἡ δευτέρα πεποίηκεν διαδοχῆς ἕνεκεν πλείονος. Οὐκ ἐγκλητέος οὖν ἐν αὐτοῖς ὁ Κάιν, εἰ καὶ ἐν πολλοῖς διεσφαλῇ. Σημειωτέον ὡς οὐκ εἶπεν· Ἔγνω Κάιν τὴν ἀδελφήν, ἀλλὰ τὴν γυναῖκα αὐτοῦ· αὕτη γὰρ ἡ προσηγορία τῆς διαδοχῆς οἰκεία. Ζητήσειεν ἄν τις πῶς, πέντε που ὀνομασθέντων ἀνθρώπων, τῶν γονέων τοῦ Κάιν καὶ αὐτοῦ καὶ τῆς γυ- ναικός, πόλιν οἰκοδομεῖν λέγεται, πρᾶγμα πολυπληθείας δεομένου· ὁ δὲ τοῦτο ζητῶν καὶ τὴν αἰτίαν ἀπαιτήσει διὰ τί πόλιν ἐποίουν, ἑνὸς ἄντρου ἢ καὶ οἰκηματίου σφόδρα μίκρου ἀρκοῦντος πρὸς οἴκησιν· πρὸς ἃ *** -λε ρεστε δε λα παγε εν βλανξ 139 ιῃ, 18. Ἐγεννήθη δὲ τῷ Ἑνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησεν τὸν Μαουιά, καὶ Μαουιὰ ἐγέννησεν τὸν Μαθου- σαήλ, καὶ Μαθουσαὴλ ἐγέννησεν τὸν Λάμεχ. Τὴν γενεὰν τοῦ Κάιν διηγεῖται, ἥτις ἕως ἑβδόμης γενεᾶς φθάσασα τοῦ κατακλυσμοῦ ἐπιγενομένου ἀπώλετο· ἡ δὲ ἀπὸ τοῦ Ἀδὰμ διαδοχὴ ἀπὸ Σήθ, οὗ ἀνέστησεν ὁ Θεὸς, καταγομένη εἰς ἔτι νῦν φυλάττεται· ἀπὸ γὰρ αὐτῆς ἦν ὁ τοῦ Νῶε οἶκος καὶ οἱ διασωθέντες μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Εἰ δέ τις καὶ ἀναγαγεῖν ταῦτα βούλεται, ἀπὸ τῆς ἑρμηνείας τῶν ὀνομάτων δεχόμενος τῆς ἀναγωγῆς τὴν ἀρχὴν μετὰ τοῦ μὴ ψυχρολογεῖν τοῦτο ποιείτω. Εἴρηται δὲ καὶ Φίλωνι εἰς ταῦτα, ἅπερ ὁ φιλόκαλος ἐπισκεψάμενος τὴν δεοῦσαν δεχέσθω ὠφέλειαν. ιῃ, 19-22. Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μι[ᾷ] Ἀδὰδ καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκε<ν> Ἀδὰδ τὸν Ἰωβέλ· [ο]ὑ῀̣τος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Σελλὰ δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά. Τὸ παλαιὸν οὐκ ἐδοκεῖ παράνομον εἶναι οὐδὲ τοῖς σπουδαίοις δύο γυναῖκας ἔχειν· τῆς διαδοχῆς γὰρ καὶ τοῦ πλήθους τῶν ἀνθρώπων καιρὸς ἦν. Ὁ Λάμεχ οὖν δύο γυναῖκας ἔχων ἐξ ἀμφοτέρων ἐποίησεν υἱούς, οἳ καὶ 140 ἀρχηγοὶ τεχνῶν γεγένηνται, ὁ μὲν κτηνοτρόφων ἀρχηγὸς γεγενημένος, ὃς ἀδελφὸν Ἰουβὰλ εἶχε̣ν̣ κ̣α̣ταδείξαντα ψαλτήριον καὶ κιθάραν, ἐκ δὲ τῆς ἑτέρας ὁ Θόβελ, ὅστις σφυροκόπος ἤρξατο εἶναι χαλκοῦ καὶ σιδήρου, οὗ καὶ ἀδελφὴν ὀνομάζει. Παρίστησιν μὲν οὖν διὰ τῶν ἐκτεθέντων ἡ θεία παίδευσις ὡς προαιρετικὰ ζῷα οἱ ἄνθρωποι τυγχά- νουσιν, μετέχοντες ἐπιστημῶν· οὐ γὰρ ὥσπερ τὰ ἄλογα μόνῃ αἰσθήσει συνζῶσιν, ἀλλ' ἤδη καὶ τοῦ λογιστικοῦ ἡ ἀρετὴ δείκνυται διὰ τοῦ καὶ τεχνῶν εὑρετὰς γεγενῆσθαι. Τὰ μὲν οὖν πρὸς τὸ ῥητὸν οὕτως ἔχει· εἴη δὲ τὰ τῆς ἀναγωγῆς ταῦτα. Ὁ κτηνοτρόφος ἕτερός ἐστι τοῦ ποιμένος· ὁ μὲν γὰρ σὺν ἐπιστήμῃ νέμει, [ὁ] δὲ κτηνοτρόφος οὔ. Ἄβελ ὁ δίκαιος ποιμὴν ἐτύγχανεν, [τὰς] ἀλόγους ἑαυτοῦ δυνάμεις ἐπιθυμητικὴν ὀρεκτι[κὴ]ν θυμικὴν ἄγων κατὰ λόγον τὸν ὀρθόν· ὁ δὲ κτηνοτρό[φο]ς ἀμοιρῶν ἐπιστήμης, ἡδονικός τις ὤν, [μ]όνων ἐστὶ [τ]ῶν αἰσθήσεων, οὐ κρατῶν ἀλλὰ κρατούμενος ὑπ' αὐτῶν. Καὶ ὡς ἐπὶ παρα- δείγματος σαφὲς ἂν εἴη τὸ λεγόμενον τοῦτον τρόπον. Ὁ ἰατρὸς ἄλλως χρῆται τῇ ἁφῇ ἢ ὁ πρὸς