59
μοι."6 Λέγε<ται> ἐν τῇ βίβλῳ τῆς διαθήκης ὑπὸ τοῦ Λάμεχ τὸν Κάιν ἀνῃρῆσθαι ἀκουσίως· τοῖχον γάρ τινα οἰκοδομῶν προσανέτρεψεν αὐτόν, ὄπιθεν ὄντος τοῦ Κάιν, ὃς καὶ ἀνῃρέθη ἀκουσίως. Τῷ μὲν οὖν ἀνῃρῆσθαι φησίν, "6εἰς τραῦμα ἐμοὶ"6 γέγονεν, τῷ δὲ μὴ ἑκὼν "6εἰς μώλωπά μοι"6. *** -τρειζε λιγνες εν βλανξ- ιῃ, 25. Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· Ἐξανέστησεν γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινεν Κάιν. Πρότερον διαστέλλοντες τὰ σημαινόμενα τοῦ "6ἔγνω"6 τὸ ἐγνωκέναι Ἀδὰμ τὴν Εὕαν γυναῖκα αὐτοῦ οὐ τὸ ἐπί- στασθαι ἐλέγομεν, ἀλλὰ τὸ σ̣υ̣ν̣εληλυθέναι, ὅπερ καὶ νῦν σημαίνει. Ἥτις "6συλλαβοῦσα ἔτεκεν υἱόν"6, ὃν "6καὶ ἐπωνόμασεν Σὴθ λέγουσα· Ἀνέστησεν γάρ μοι ὁ Θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέ[κ]τεινεν Κάιν"6. Οἱ τῆς Οὐαλεντίνου αἱρέσεως φύσεις διαφόρους εἰσ[άγο]ντες ὡς 144 τὴν μὲν αὐτῶν ἀνεπίδεκτον ἀρετῆς εἶναι, ἥντινα καὶ χοϊκὴν καλοῦσιν, τὴν δὲ ἀνεπίδεκτον κακίας, ἣν δὴ καὶ πνευματικὴν ὀνομάζουσιν, τρίτην λέγοντες εἶναι τὴν ψυχικήν, ἥτις μεμιγμένη τις παρ' αὐτοῖς νομίζεται· καὶ τῆς μὲν ἀνεπιδέκτου ἀρετῆς σημεῖον τὸν Κάιν λαμβάνουσιν, τῆς δὲ πνευματικῆς τὸν Ἄβελ, τὴν λοιπὴν ἐπὶ τὸν Σὴθ ἀναφέροντες. Οὐ τοῦ παρόντος δὲ καιροῦ τὴν δυσσεβὴ ταύτην διελέγξαι αἵρεσιν, ἵνα μὴ ὁ λόγος μηκύνηται· σ[··]νομεθα δὲ καὶ τὸν λόγον τῆς Εὕας ὥσπερ μαρτυρίαν εἶναι τοῦ τρόπου τοῦ Σήθ. Ἀντὶ γὰρ σπουδαίου τοῦ Ἄβελ οὗτος ἑρμηνευόμενος "3ποτισμός"3· ζωτικῆς δὲ χορηγείας τοῦτο σύμβο[λο]ν· ἔδει γὰρ τὸν "3ἀναφέροντα"3 τοῦτον γὰρ Ἄβελ ἑρμηνεύ[ε]ται-ποτισμὸν ἔχειν ἀδελφόν, ἵνα πρῶτός τις ὢν καὶ τελειότερος ἐκεῖνος ἱερέως δίκην ἀναφέρῃ τῷ Θεῷ τὰς πνευματικὰς θυσίας, ὁ δὲ Σὴθ δευτερεῖα ἄγων προσφέρῃ διὰ ποτισμοῦ καὶ διδασκαλίας τοὺς παιδευομέ[ν]ους τῷ Θεῷ, ὃς ἀντὶ Κάιν ὑπάρχει αὐθεκάστου τινὸς ὄντος [κα]ὶ ἐφ' ἑαυτῷ βαλλομένου· κτῆσις γὰρ ἑρμηνεύεται Κάιν. ιῃ, 26. [Κ]αὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ θεοῦ. Οἱ ἐξ ἁγίου ἅγιοι πολλάκις καὶ τὴν κατὰ σάρκα γένεσιν ἐξ ἐκείνων ἀπέχουσι καὶ τὴν κατὰ ψυχήν, ὅνπερ τρόπον Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ γέγονεν καὶ Ἰσαὰκ τοῦ Ἰακὼκαὶ Ἰακὼβ τοῦ Ἰωσήφ· οὗτοι γὰρ ἅμα τε τῇ ἀνθρωπίνῃ διαδοχῇ ἐξ αὐτῶν ὑπάρχουσιν καὶ μιμηταὶ τῆς ἀρετῆς αὐτῶν κατέστησαν. Ὁ δὲ Ἠσαὺ κατὰ σάρκα μόνην γέγονεν τοῦ Ἰσαάκ, ἀλλοτριούμενος αὐτοῦ διὰ γνωμήν· φαῦλος γὰρ ἐτύγχανεν. Ὁ Σὴθ οὖν ἀντὶ τοῦ δικαίου τεχθεὶς γεννᾷ τὸν Ἐνὼς δίκαιος δίκαιον, ὃς ἀντὶ τοῦ κυρίου ὀνόματος ἄνθρωπος καλεῖται, τῆς τοιαύτης προση- 145 γορίας, τῆς ψυχῆς αὐτοῦ τὴν ἀρετὴν δηλούσης, σῳζούσης τὸ "6κατ' εἰκόνα"6 καὶ τὴν τοῦ ὄντως ὄντ[ο]ς ἀνθρώπου κατάστασιν· Ἐνὼς γὰρ παρ' Ἑβραίοις ἄνθρωπός ἐστιν. Ἀμέλει γοῦν καὶ τὸ ἴδιον τοῦ ἀνθρώπου προσάπτει αὐτῷ· "6Οὗτός"6 φησιν "6ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου"6· προσήκουσα δὲ αὕτη ἀνθρώπῳ ἐναρέτῳ πρᾶξις· ἐλπὶς δὲ ἡ τῷ ὄντι αὕτη ἐστὶν τὸ ὁμοιωθῆναι τῷ Θεῷ κατὰ τὸ δυνατόν· ἐλπίζειν δὲ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ἅμα καὶ ὑπὸ ἐξουσίαν καὶ ὑπὸ τὴν διδασ- καλίαν τὴν θείαν ἐστὶν ἑαυτὸν ὑποτά[τ]τοντος. ῃ, 1-2. Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων. Ἧι ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπων[ό]μασεν τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. Βίβλ[ον] ἐνταῦθα τὴν διήγησιν τὴν περὶ τοῦ Ἀδὰμ καὶ τῆς διαδοχῆς αὐτοῦ ἕως τῶν παρόντων ἐκάλεσεν. Πρὸ μὲν οὖν τῆς ἕκτης ἡμέρας, καθ' ἣν ὁ ἄνθρωπος συνέστη, "6βίβλος"6 ἐλέγετο "6οὐρανοῦ καὶ γῆς"6· ὅλην γὰρ ἐκείνην τὴν διήγησιν τοῖς πρ[ὸ] τοῦ ἀνθρώπου γεγονόσιν ἀπένειμεν, ἄλλην ἀρχὴν τῆς τῶν [ἀνθρώπων] γενέσεως κατατιθέμενος· γένεσιν δὲ τὸν λόγον δ̣ιαγρ[άφοντα] τὴν ποίησιν αὐτοῦ φησιν, ὡς καὶ περὶ τοῦ Ἰησοῦ εἴρηται· "6Βίβλ[ος