1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

60

γε]νέσεως Ἰησοῦ Χριστοῦ"6, τὴν κατὰ σάρκα λέγων· ἡ γὰρ ἀΐδιος ἄγν[ωστος] ἀνθρώποις· λέγεται γάρ· "6Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;"6 Ὥ[σ]περ δὲ οὐ πλῆθος ἡμερῶν τὰς ἓξ ἡμέρας ἐλέγομεν εἶναι, οὕτως οὐδὲ τὴν μίαν· οὐ γὰρ ἐν χρόνῳ Θεὸς δημι- ουργεῖ. Ἄνθρωποι μὲν γὰρ τὰς πράξεις χρόνῳ συμμε- τρουμένας ἔχουσιν, Θεὸς δὲ οὐχ οὕτως· "6Αὐτὸς̣"6 γὰρ "6εἶπεν καὶ ἐγεννήθησαν"6, καὶ οὐκ ἔχομεν διαστεῖλαι τὸ θελῆσαι τοῦ ὑπᾶρξαι ὃ βούλεται ὑποστῆσαι, τάξεως δ' ἕ<νεκεν>, ὡς εἴρηται, ὁ πρῶτος ἐν τελείοις εἴλημπται. Ἀλλὰ καὶ περὶ τοῦ "6κατ' εἰκόνα"6 τὸν ἄνθρωπον γεγονέ- ναι τότε ὁμοίως εἴρηται. Τὸ δὲ "6καὶ εὐλόγησεν αὐτοὺς"6 ἐμφατικὸν τοῦ ἀγαθοὺς 146 εἶναι· εὐλογία γὰρ εἰς ἀγαθοὺς φθάνει· "6Οὗτος"6 γὰρ "6λήμψεται εὐλογίαν παρὰ Κυρίου"6. Σημειωτέον ὅτι ἀμφοτέρους Ἀδὰμ καλεῖ, καὶ περὶ τοῦ "6ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς"6 εἰπόντες ἐν τοῖς πρώτοις, οὐ παλιλλογήσομεν. Εἰ δὲ καὶ τὸ Ἐνὼς καὶ Ἀδὰμ τὸν ἄνθρωπον σημαίνει, οὐ ξενιστέον· παρ' Ἑβραίοις γὰρ πολυώνυμος ὁ ἄνθρωπος, ὥσπερ καὶ παρὰ τοῖς ἑλληνιστὶ λαλοῦσιν ἄνθρωπον, μέροπα, βροτόν, φῶτα· ἐτυμολογίαις δὲ ταῦτα ὑποπίπτοντα φύσει καὶ οὐ θέσει εἰσίν, ὡς καὶ πρότερον εἴρηται. ῃ, 3-5. Ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν α[ὐτ]οῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ. Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ ἑπτα- κόσια ἔτη, καὶ ἐγέννησεν υ[ἱο]ὺς καὶ θυγατέρας. Καὶ ἐγένον- [το π]ᾶσαι αἱ ἡμέραι Ἀδὰμ ἃς ἔζησεν τριάκοντα καὶ ἐν[νακόσ]ια ἔτη καὶ ἀπέθανεν. [Ἡ ζωὴ μ]ὲν ἀνθρώπων νῦν εἰς ὀλίγον ἀριθμὸν συντέτμηται· ῥ[ηθήσ]εται γὰρ ὕστερον ἐκ τῶν ἱστοριῶν οὕτω κατ' ὀλίγο[ν] χωρῆσαν τὸ πρᾶγμα, ὡς καὶ προανα- φωνηθῆναι πρὸς τοῦ Θεοῦ λέγοντος· "6Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι"6, εἴρηται δὲ καὶ ὑπὸ τοῦ ψαλμῳδοῦ· "6Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυνα- στείαις ὀγδοήκοντα ἔτη, τὸ δὲ πλεῖον αὐτῶν κόπος καὶ πόνος"6· τὰ γὰρ μετὰ τὸ ὀγδοηκοστὸν ἔτος τῆς ζωῆς πόνος ἐστὶν καὶ κόπος. Τότε δὲ οὐδὲ ταχέως ἐγήρων· 147 ἑκατὸν γοῦν καὶ ἑξήκοντα ἐτῶν ἀκμαῖς ἐδόκουν εἶναι. Καὶ εἰκότως γε κατ' ἀρχὰς πολυχρόνιοι οἱ ἄνθρωποι ἐτύγχανο[ν], ἵνα μή, ὠκυμόρων αὐτῶν τυγχανόντων, ἐπιλείψῃ τὸ τῶ[ν] ἀνθρώπων γένος ἀπὸ μιᾶς ἀρχῆς κατα- γόμενον· οὕτω γὰρ καὶ πλείονα<ς> ἐγ<έν>νων, τοῦ χρόνου τῆς ζωῆς πλείονος ὄντος, ἑνὸς δὲ μνήμη γίνεται διὰ τὸν τῆς διαδοχῆς λόγον, τῶν πρωτο[τό]κων ὀνομαζομένων. Εἰ δέ τις λέγοι· Καὶ μὴν Σὴθ τρίτος, οὐ πρωτότοκος, ἐστίν, λεκτέον ὡς οὔτε ἀπὸ Κάιν ἔπρεπεν φαύλου ὄντος οὔτε ἀπὸ Ἄβελ ἀτέκνου ἀναχωρήσαντος, διόπερ εἰκότως ἀπὸ τοῦ Σὴθ τρόπον τινὰ πρωτοτόκου ὑπάρχοντ[ος]. Τὸ δὲ "6κατὰ τὴν ἰδέαν"6 καὶ "6κατὰ τὴν εἰκόνα"6 δόξει μὲν ἁπλ[ο]ύστερον λαμβανόμενον ταὐτὸν ἂν εἴη, ὁ δὲ φιλοτεχνῶν λέγοι ἂν ὅτι κατὰ μὲν τὴν ἰδέαν τῷ ***, "6κατὰ"6 δὲ "6τὴν εἰκόνα"6 τῷ ***. Ταῦτα μὲν οὕτω νῦν ἀποδέδοται· εἰ δέ τις καὶ τῷ πλήθε[ι τῶν ἐ]τῶν καὶ τῇ ἑρμηνείᾳ τῶν ὀνομάτων <τῶν> γεννωμένων ἔ[νσχοι, Φί]λων ἀποδοίη λόγον μυστικὸν μετὰ τοῦ μὴ ψυχρολογ[εῖ]ν̣· πρόσεστε οὖν τούτῳ, ὠφέλιμον γάρ. ῃ, 6-8. Ἔζησεν δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησεν τὸν Ἐνώς. Καὶ ἔζησεν Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη καὶ ἀπέθανεν. Ὁμώνυμος δέ ἐστιν οὗτος ὁ Ἐνὼς τοῦ πρὸ τούτου, ὃς υἱὸς ἦν τοῦ Κάιν. Οὗτος δὲ ὁ Ἐνὼς ἔζησεν ˉϠ καὶ ἀπέ- θανεν· υἱὸς δὲ αὐτοῦ Καινάν, ὃς καὶ αὐτὸς ἔζησεν ˉι καὶ ˉϠ καὶ ἀπέθανεν· υἱὸς δὲ τούτου Μαλελεήλ, καὶ τούτου δὲ ὁ χρ[ό]νος