61
ἐν πέντε καὶ ἐνενήκοντα ἔτεσιν συνετελέσθη· καὶ τούτου δὲ υἱὸς Ἰάρεδ, ὃς ἔζησεν δύο καὶ ἑξήκοντα 148 ἔτη καὶ ἐννακόσια καὶ ἀπέθανεν, ὃς ἐ[γ]έννησεν τὸν Ἑνώχ. ῃ, 21-24. Καὶ ἔζησεν Ἑνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑ[κα]τὸν ἔτη καὶ ἐγέννησεν τὸν Μαθουσαλά, εὐηρέστησεν δὲ Ἑνὼ[χ] τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσαλὰ διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἑν[ὼ]χ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη. Καὶ εὐηρέστησεν Ἑνὼχ [τ]ῷ Θεῷ, καὶ οὐχ ηὑρίσκετο̣, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός. Τὴν περ[ὶ τοῦ] Ἑνὼχ λέξιν παραλαβὼν ὁ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους λέ[γ]ει· "6Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον"6. Περιγράφετα[ι] δ̣' ἡ ζωὴ αὐτοῦ εἰς ἀριθμὸν ἡμερῶν ἐνιαυτὸν καὶ λοιπὸν μετε[τ]έθη, ὅπερ συνετῶς λογίσαιτο ἄν τις ὅτι τελειότητος καὶ πληρό[τ]ητος ἐπειλημμένος κατὰ τὴν ἐν ἀνθρώποις ὑπᾶρξαι ὀφείλουσαν ἀρετὴν μετετέθη [εἰς] τὰ κρείττονα. Ἡ δὲ μετάθεσις [α]ὐτοῦ οὐ κατὰ τοὺς ἄλλους γέ[γονεν] ἀνθρώπους· τὰ γὰρ τῶν ἄλλων σω´̣ματα ἐνταῦθα διαμείναν[τα καὶ δια]λυ- θέντα ἐχωρίσθη τῶν ψυχῶν, περὶ δὲ τούτου λέγε[ται ὅτι μ]ετετέθη, περὶ οὗ νοοῦμεν ὅτι ἢ ὡς Ἠλίας ἀνελήμφθη ἢ καθ' ἕ[τ]ερον τρόπον εἰς θεῖον ἡρπάγη χῶρον. Ἐνταῦθα λοιπὸν σκοπεῖν προσήκει τὸ ὑπὸ Παύλου εἰρημένον "6Καὶ καθὼς ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν"6 πῶς ἀληθεύεται. Εἰ γὰρ οὗτοι, Ἠλίας λέγω καὶ Ἑνώχ, μετὰ τῶν παχυτάτων σωμάτων ἄχρις̣ καὶ νῦν καὶ τοῦ παντὸς αἰῶνος ἔσεσθαι μέλλοντες ἀνελήμ- φθησαν, ψευδὴς ὁ λόγος ὁ περὶ τοῦ δεῖν πάντας ἀνθρώπους ἀποθανεῖν παρὰ Παύλου τοῦ σοφοῦ καὶ ἁγίου λεγόμενος. Ἀλλ' οὐ ψευδής. Θεωρίαν ἄρα πρέπουσαν ἔχει τὸ προ- κείμενον, εἰ καὶ μὴ τῷ εἰθισμένῳ τ̣ὸ νῦν τοῖς ἄλλοις ἀνθρώποις θανάτῳ κεκοινωνήκασιν, ἀλλὰ τῷ τὴν ἔνυλον ζωὴν ἀποτεθεῖσθαι κατὰ τὸν ἀπόρρητον ἡμῖν τοῦ Θεοῦ λόγον τὸ θνητὸν αὐτῶν δεῖ νο̣η῀̣σαι. Εἰ γὰρ "6πρωτότοκος ἐκ τῶν νεκρῶν"6 ὁ Σωτήρ, καὶ τούτων ἂν εἴη πρωτότοκος. 149 Ἄδοξον γὰρ τὸ ἐκτὸς αὐτοὺς εἶναι τοῦ τοιούτου λόγου, ἄλλως τε, εἰ οὐκ ἀπέθε<ν>το τὴν ἔνυλον ζωήν, ὡς εἴπομε[ν, ο]ὐδὲ τῆς θείας ἀναστάσεως κεκοινωνήκασιν, καθ' ἣν ἐξ ἀτίμ[ο]υ ἔντιμον, ἐξ ἀδόξου ἐπίδοξον, ἐξ <ἀ>σθενοῦς δυνατόν, ἐξ ψυχικοῦ πνευματικὸν ἀπολημψόμεθα πάντες τὸ σῶμα. Εἰ δέ τῳ φίλον κα̣[ὶ] τὴν βίβλον τῆς διαθήκης ἀναγιγνώ- σκειν, γνώσεται ὡς [εἰς] τὸν παράδεισον ἡρπᾶσθαι λέγεται· καὶ τοῦτο γὰρ εἰδέναι, [εἰ κα]ὶ μὴ ἐξ ἀναντιρρήτου βιβλίου ἐστίν, οὐκ ἄτοπον. Εἰσὶ δὲ οἳ τὴν μετάθεσιν τὴν ἐκ τρόπου εἰς τρόπον φασὶν εἶναι, καθ' ἣν [το]ῖς μαθηταῖς ὁ Σωτὴρ ἔλεγεν· "6Οὐκέτι ἐκ τοῦ κόσμου τούτου [ἐσ]τέ, ἐγὼ δὲ ἐξελεξάμην ὑμᾶς"6, τῆς ἐκλογῆς μετάθεσιν ἐκ τῶν κοσμικῶν ποιούσης, καὶ ἕτερον δὲ ῥητὸν τούτου κατα- σκευαστικὸν δέχονται· "6Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβή[κ]αμεν ἐκ τοῦ θανάτου εἰς τὴ[ν ζω]ήν"6· οἱ γὰρ μεταβεβηκότες ἐκ τοῦ θανάτου τοῦ ἑπ[ομένου] τῇ κακίᾳ ἐπὶ τὴν ζωὴν τὴν ἐξ ἀρετῆς μετεληλύ[θαμεν]. Αὕτη δὲ ἡ ἀπόδοσις οὐ μόνῳ τῷ Ἑνώχ, ἀλλὰ καὶ πᾶ[σι]ν τοῖς ἁγίοις ἁρμόζει· διόπερ ἐπιστῆσον εἰ τὴν προτέραν ἐγκρίναι προσήκει. ῃ, 32. Καὶ ἦν Νῶε ἐτῶν ˉφ, καὶ ἐγέννησεν Νῶε τρεῖς υἱούς, τὸν Σήθ, τὸν Χάμ, τὸν Ἰάφετ. Παρατηρητέον ὅτι οὐκ εἶπεν ἐπὶ τούτου πόσων ὑπάρχων ἐτῶν ἤρξατο γεννᾶν, ἀλλὰ ˉφ τυγχάνων εἶχεν τρεῖς οὐχ ἅμα γεννηθέντας υἱούς. Εὖ δὲ καὶ ὅτι οὐ θυγατέρας γεγεννηκέναι ἀναγέγραπται, ἀλλ' υἱούς, διὰ συμβόλου δεικνυμένο̣υ ὅτι οὐ θηλυτόκος ὁ δίκαιος, ὡς καὶ περὶ Μωσέως καὶ Ἀβραὰμ ἀναγέγρα[πτ]αι· οὐδὲ γὰρ οὗτοι θυγατέρας ἔσχον. Μακαρίζεται γοῦν τις κατὰ 150 ψυχὴν πατὴρ εὐτόνων γεννημάτων ὑπάρχων, ἀκούων· "6Μακάριο[ς] εἶ καὶ καλῶς γὰρ ἔσται. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κ[ύκλ]ῳ τῆς τραπέζης σου· οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον"6. Αἰσθητῶν δὲ σύμβολα τυγχάνουσιν αἱ θυγατέρες. Αὐτίκα γοῦν καὶ ὁ τύραννος Φαραὼ φιλοπαθὴς [ὢν] τὰ γεννώμενα παρὰ τοῖς Ἑβραίοις ἄρρενα ἀνῄρει,