1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

62

τὰ [θή]λεα περιποι- ούμενος. Τὰ γὰρ γεννήματα τῆς ψυχῆς τὰ [ε]ὔτονα οἱ περὶ τὰ κάτω στρεφόμενοι ἀναιρεῖν σπουδάζουσιν, χαίροντες περὶ πλοῦτον καὶ τὰ ἀνθρώπινα. Αὐτίκα γοῦν κ[αὶ] τὸ ἑξῆς ῥητὸν τοῦτο παιδεύει· ὡς γὰρ πλῆθος ἐγένοντο, [θ]υγατέρες αὐτοῖς ἐγεννή<θη>σαν αὐτοῖς.

ῃι, 1. Καὶ ἐγένοντο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγα[τ]έρες ἐγεννήθησαν αὐτοῖς. [Τὸ "6πολ]λοὶ"6 δυνατὸν καὶ ἐπὶ πλήθους, ἐφ' οὗ μάλιστα καὶ κυριόλε[κτον, ἐκλ]αμβάνεσθαι καὶ ἐπὶ τοῦ χυδαίου. Καὶ ἐν τῇ Ἐξόδῳ γὰρ [εἴρηται· "6Κ]αὶ ἐπλη- θύνθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ χυδαῖοι ἐγένον[το]"6. Ἀλλὰ καὶ τὸ "6Πολλοὶ λέγουσι τῇ ψυχῇ μου"6 ἀντὶ το[ῦ] "3χυδαῖ- οι"3· οὐ γὰρ σπουδαῖα ἐπιφέρουσιν ῥήματα. Καὶ Παῦλος δὲ λέγων· "6Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Κυρίου"6, τοὺς ἠμελημένους δηλοῖ. Εὖ δὲ καὶ τὸ "6ἐπὶ τῆς γῆς"6 λέγειν τούτους πεπλη- θύνθαι· γήϊνα γὰρ φρονοῦντες εὐτελεῖς ἦσαν καὶ τοῖς πολλοῖσμᾶλλον οἰκειότεροι· οὐ γὰρ ἐν οὐρανῷ οὗτοι, ἀλλ' ἐπὶ γῆς. Εἰκότως δὲ "6καὶ θυγατέρες αὐτοῖς ἐγεννήθησαν αὐτοῖς"6· θηλυτόκον γὰρ ἠμελημένον ὁ φαῦλος. ῃι, 2. Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων <ὅτι καλαί εἰσιν>, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πάντων ὧν ἐξελέξαντο. Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί· διόπερ ὁ χωρὶς 151 τῆς̣ εἰς τὸν Θεὸν ἐλπίδος τῇ συζυγίᾳ χρώμενος [ἑ]αυτῷ καὶ οὐκ ἐκ Θεοῦ δέχεται, ἐπεὶ καὶ τῷ Ἀδὰμ ὁ Θεὸς [τὴ]ν γυναῖκα ἤγαγεν. Ὠφέλιμον οὖν καὶ τὸ ῥητὸν πρὸ[ς τ]ὸ μὴ χωρὶς Θεοῦ τι ποιεῖν. Ὁ γὰρ τὸν τίμιον γάμον σπου- δάζων οὐκ εἰς πλοῦτον ὁρᾷ, οὐκ εἰς εὐγένειαν, οὐκ εἰς εὐμορ[φίαν], ἐὰν ἀκόλαστος ᾖ. Οὕτω καὶ ὁ ἅγιος Ἀβραὰμ ἐ[κπ]έμπει τὸν ἑαυτοῦ παῖδα πρὸς μνηστείαν τρόποις [···]ομένην δέξασθαι τῷ Ἰσαὰκ προστεταγμένος. Ἀμέλει γοῦν καὶ τὸ συγγραφικὸν Πνεῦμά φησιν περὶ αὐτῆ[ς·] "6Παρθένος ἦν· ἀνὴρ οὐκ ἔγνω αὐτήν"6, διὰ μὲν τοῦ "6π[αρθ]ένος ἦν"6 καὶ τὴν τῆς ψυχῆς δεικνὺς καθαρότητα, διὰ δὲ τοῦ "6ἀνὴρ οὐκ ἔγνω αὐτὴν"6 αὐτὸ τοῦτο τὸ τοῦ σώμ[ατ]ος ἀδιάφθορον. Καὶ ὅτι οὐ πᾶς γάμος ἐκ Θεοῦ ἐστιν, γρ[ά]φει Παῦλος· "6Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις"6, ὅπερ οἰκείως ἐν ἀρχῇ τοῦ κηρ̣ύγ̣μ[α]τος προσέταττεν, εἰ καὶ φαίνεται ὁ Παῦλος ·····[·] "6Εἴ τις γυναῖκα ἔχει ἄπιστον"6· δῆλον γὰρ ὅτι πρὸ πίστεως ἦσαν συναφθέντες, οὓς οὐκ ἐβούλετο διαιρεῖσθαι μετὰ τὴν πίστιν ἵνα μὴ ὁ λόγος ἐμποδίζηται. Καὶ πρὸς ἀλληγορίαν δὲ γνώμην καὶ εὐσέβειαν καὶ σοφίαν συνάπτει Θεὸς ἀνδρί, ἵν' ἀπογεννήσῃ ἀρετάς· "6Ἡ σοφία"6 γοῦν "6τίκτει ἀνδρὶ φρόνησιν"6, καὶ Σολομὼν δέ φησιν περὶ τῆς σοφίας· "6Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς"6 καὶ ἤγαγον αὐτὴν πρὸς συμβίωσιν ἐμαυτῷ. Ταύτην τὴν γυναῖκα ὁ Θεὸς ἁρμόζει· ὁ γὰρ "6Κύριος δίδωσιν σοφίαν"6. Οὗτοι οὖν περὶ ὧν τὰ προκείμενα ἑαυτοῖς ἔλαβον γυναῖκας, οὐκ ἐκδεξάμενοι παρὰ Θεοῦ το[ῦτο] γενέσθαι. Τοῦτο γὰρ αὐτῶν ἐλέγχει τὴν ἄλογον ἐπιθυμίαν ὅτι πρὸς 152 εὐμορφίαν ἔβλεψαν· τὸ γὰρ "6καλαὶ"6 τοῦτο σημαίνει. Ζητ[ε]ῖται παρὰ πολλοῖς πότερον ἄγγελοι φύσει συνεμί- γησαν ταῖς γυναιξὶν ····ν ἕτερον ἔχει τὸ λεγόμενον. Ἔ[νιο]ι μὲν οὖν φασιν ἡδυπαθεῖς δαίμονας ἐρασθέντας [σ]ωμάτων γυναιξὶν συνεύνασθαι, ἀλλὰ τοῦτο νοεῖν κωλύει ἡ γενομένη ἐξ αὐτῶν σύλλημψις· οὐ γὰρ οἷόν τ[ε] ἀνθρώ- πων διαδοχὴν ὑπᾶρξαι οὕτως. Ἕτεροι δέ φασιν ὅτι [ἄγ]γελοι τῶν σωμάτων ἐπιθυμήσαντες αἰσθήσει συνε- [πλ]α´̣κησαν Θεοῦ τοῦτο οἰκονομοῦντος, ἵνα κορεσθέντες τοῦ πόθου ἐπιστρέψωσιν εἰς ὃ καταλελοίπασιν, ἀλλη- γο[ρο]ῦντες δὲ τὰς γυναῖκας εἰς τὴν αἴσθησιν καὶ τὰ σώματα τοῦτό φασιν, ἐξ ὧν γίγαν[τας τ]οὺς λογισμοὺς καὶ πράξεις ἀπεγέννησαν. Εἰσὶ δ' οἱ φάσκοντες ὡς δαίμονες δι' ἡδυπαθείας ὀργάνῳ χρῶνται φαύλοις ἀνθρώ- ποις, δι' ὧν ὥσπερ οἷόν τε συνεῖναι γυναιξίν, τῇ ἀπ' ἐκείνων ἁμαρτίᾳ αὐτοὶ ἡδόμενοι. ῃι, 3. Καὶ εἶπεν Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς