1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

63

ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Τὸ τοῦ Θεοῦ Πνεῦμα παραμένει ἐν τοῖς ἀνωτέρω χωρήσασιν τῶν ὑλικῶν, δι' ἃ σάρκες λέγονται οἱ προσ- πελ[άζ]οντες αὐτοῖς, σαρκῶν νοουμένων τῶν ὑλικῶν καὶ ἐμπαθῶν καταστάσεων. Οὐ γὰρ τὴν πρόχειρον σάρκα λέγει· οὕτω γὰρ ἂν συνέβ[α]ινεν μηδένα ἄνθρωπον μετέχειν τοῦ Πνεύματος τοῦ Θεοῦ. Ὅτι δὲ [ἔσ]τι[ν] ἄλλη 153 σὰρξ παρὰ ταύτην τὴν ὁρ[ω]μένην ἣν περικείμεθα, Παῦλος γράφει· "6Τὸ φρόνημα τῆς σαρκ̣[ὸς] ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδ[ὲ γ]ὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύναν- ται"6· εἰ γάρ τις σάρκα λάβοι τὴν ὁρωμένην, πολλοὶ σὺν αὐτῇ Θεῷ [ἤρε]σαν, οἱ ἅγιοι πάντες. Καὶ πάλιν λέγων "6Ὑμεῖς δὲ οὐκ ἐστὲ [ἐν σ]αρκί, ἀλλ' ἐν πνεύματι"6, τὴν ψεγομένην σάρκα σημαίνει· ἐν σαρκ̣[ὶ γὰρ ἦ]σαν ἔτι, 152 τοῦτο τῷ ζῆν ἔχοντες. [152]Εἶτα λέγεται σὰρξ ἣν περικείμεθα καὶ τὸ ἄλογον ζῷον καὶ ὁ ἄνθρωπος· 153 "6Ἐκχεῶ 153γὰρ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, ἀντὶ τοῦ ἐπὶ ἀνθρώπους, "6καὶ ὄψεται πᾶσα σὰρξ τὸ [σω]τήριον τοῦ Θεοῦ"6. Λέγεται δὲ καὶ ἡ λέξις τῆς γραφῆς σάρξ· "6Ἡ σὰρξ"6 γάρ φησιν "6οὐκ ὠφελεῖ οὐδέν, τὸ πνεῦμά ἐστι τὸ ζωοπ[οι]οῦν"6. Ψιλῶς γὰρ ἡ γραφὴ λαμβανομένη καὶ αἰσθητῶς οὐ [ζω]οποιεῖ, ὡς εἰ λέγοιμεν ὅτι καὶ ὁ κατὰ γεωμετρίαν σχήματα π[οιῶ]ν ὠφελεῖ, ὁ δὲ μόνον ἄνευ λόγου τοῦτο ποιῶν ἐλάττων ἂν εἴη ζωγράφου. 152 Ἐπεὶ οὖν πολλοὶ οἱ ἄνθρωποι γεγενημένοι φαυλ[ότη]τος ἦσαν πλήρεις, οὐ μὴ κατοικήσει, φησίν, τὸ πνεῦμά μου ἐν αὐτοῖς· "6Ἅγιον γὰρ πνεῦμα παιδεί[α]ς φεύξεται δόλον"6· χείριστον δὲ πάθος ὁ δόλος· ἀπρονοή- τως γὰρ βλάπτει. Τὸ δ' "6εἰς τὸν αἰῶνα"6 σημαίνοι ἂν τὸ διὰ βίου αὐτῶν ὁπόσον τοιοῦτοί εἰσιν. Τούτω̣ ἰσοδυναμεῖ τὸ "6οὐ [μ]ὴ φαγῶ κρέας εἰς τὸν αἰῶνα"6. Εἴτ' οὖν ἄνθρωποι ὑπὸ δαιμόνων ἐλαυνόμενοί εἰσιν 153 θυγατέρας δεξάμενοι, εἴτε, ὡς προαποδέδοται, οἱ ἄγγελοι αἰσθήσεων ἐπιθυμηταί, οὐδὲν τούτοις τὸ πνεῦμα καταμένει. Ὅσοι γὰρ πάθει καὶ ἁμαρτήμασιν ἐπὶ τούτῳ ἦλθον, δῆλον ὡς ἀμετόχως ἔχουσι π[ν]εύματος θείου· οὐδὲ γὰρ οἱ διὰ βοήθειαν ἐλθόντες πνεύματος θείου στέρονται. Εἰ δέ τις ξενίζοιτο ἐπὶ τῷ τὰς ψυχὰς ἀγγέλους εἰρῆσθαι, οὐ δεῖ θαυμάζειν· τὸ γὰρ νοερὸν ἀμφοτέρων ταὐτόν, κἂν ἄγγελος λεπτὸν ἔχῃ σῶμα, ὁ δὲ ἄνθρωπος παχύ· κοινὸν γὰρ ἀμφοτέροις τὸ Θεῷ ἀρέσκειν, ἐπεὶ καὶ τὸ τῆς λογικῆς φύσεως κοινόν. Εἰ δὲ καὶ ἔνστασίν τις κομίζοι ὅτι πῶς αἱ προϋπάρχουσαι ψυχαὶ σωμάτων ἐπεθύ- μησαν, ὧν οὐκ ᾔδεσαν, πρὸς ὃν λεκτέον ὅτι τὸ ἐπιθυμεῖν λέγεται πολλάκις οὐχ ὡς πάντως τοῦτο εἰς ὃ αἱ πράξεις ἄγουσιν ἐπιθυμεῖν. Πολλάκις γοῦν καὶ ἐπιτιμῶντες τοῖς οὐ καλῶς πολιτευομένοις [ὅτι] "3ἐπιθυμεῖς ἀπολέσθαι"3, οὐ τοῦτό φαμεν ὅτι "3αὐτὸ τοῦτο ποθεῖς"3 ἀλλὰ "3τοιαῦτα πράττεις ἃ ἄγει σε εἰς ἀπώλειαν"3. Εἰ οὖν τις λέγοι ὅτι ἐπεθύμησαν αἱ ψυχαὶ σώματα, οὕτω δεῖ δι[ανο]εῖσθαι ὅτι τοιαύτης καταστάσεως ὑπήρξαντο, ἥτις χρε[ία]ν εἶχεν 154 τῆς ἐν σώματι διαγωγῆς, ἀναξίων αὐτῶν οὐσῶν μετὰ πράξε[ω]ν τοιούτων ἐν χ̣ωρίῳ εἶναι μὴ τοιούτῳ. ῃι, 3. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν ε[ἴκ]οσι ἔτη. Πᾶν ὃ ποιεῖ καὶ λέγει Θεός, κρίσει τιν[ὶ] ἀληθινῇ καὶ πο[ι]εῖ καὶ λέγει. Ἐπεὶ οὖν ὡς ἀναγκαῖον λέγ[ει τ]ὸ "6ἔσονται αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι"6, οὐ φα[ίνε]ται δὲ τοῦτο, ἀναγκαῖον ἑτέρως θηρεῦσαι τὴν τοῦ προ[κει]- μένου διάνοιαν. Οἱ παραλαμβανόμενοι ἐν ταῖς γραφαῖς ἀριθμοὶ οὐχ ὡς ἔτυχεν παρελήμφθησαν, ἀλλὰ λόγου τινὸς χ̣[άρ]ιν· πολλάκις οὐδ' οἰκείως τῇ ἱστορίᾳ εἰσά- γονται, λόγου τ[ιν]ὸς ἕνεκα παραλαμβανόμενοι. Τὸ γὰρ εἰπεῖν "6Κατέλιπον [ἐμ]αυτῷ ἑπτακι<σ>χιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν [γό]νυ τῇ Βαὰλ"6 τὴν ἱστορί[αν] οὐκ ἔχον-οὐδὲ γὰρ ἐλάνθανον τοσοῦτοι τὸν ἅγιον- διε̣λήμφθη τῆς διανοίας χάριν δηλούσης ὅτι πᾶς ὁ ὑπερβὰς τὰ αἰσθητὰ καὶ τὸν ἐν ἓξ ἡμέραις γενάμενον κόσμον, ἐν τῇ ἑβδομάδι τῇ ἀνα̣γ̣ω̣γικῇ γεγενημένος, ὑπὸ τοῦ Θεοῦ καταλείπεται σκοπὸς τῶν ἄλλων καὶ ὄφελος. Οὕτω καὶ ὁ ἓξ ἀριθμὸς εἰς τὴν